Book 8
4.12
Εἰ δὲ ἡμᾶς λέγειν βούλοιτο αὐτὸς μὴ ἀποκρινάμενος, ἀκουσάτω· ἐπεὶ σὺ μὴ βούλει λέγειν καθ᾿ ὅτου σημαινομένου λέγεις ὃ προὔβαλες (οὕτω γὰρ ἂν οὐ περὶ σημαινομένων ἐγὼ ἐποιούμην τὸν λόγον, ἀλλ᾿ ὑπὲρ αὐτῶν ἤδη τῶν πραγμάτων ἐσκοπούμην), γίνωσκε τοιοῦτόν τι ποιήσας οἷον εἰ καὶ προὔβαλες εἰ ζῷον ὁ κύων. εἰκότως γὰρ ἂν εἴποιμι· ποίου κυνός; ἐγὼ γὰρ καὶ περὶ τοῦ χερσαίου καὶ τοῦ θαλαττίου καὶ τοῦ κατ᾿ οὐρανὸν ἄστρου, ἀλλὰ καὶ Διογένους καὶ τῶν ἄλλων ἐφεξῆς δίειμι κυνῶν. οὐ γὰρ ἂν μαντευσαίμην πότερον ὑπὲρ πάντων ἐρωτᾷς ἢ τινός. ὅπερ οὖν ἐξ ὑστέρου ποιήσεις, τοῦτ᾿ ἤδη μαθεῖν περὶ ποίου ζητεῖς, σαφῶς εἰπέ. εἰ δὲ περὶ ὀνόματα στρέφῃ, τὸ κυούμενον αὐτὸ δὴ τοῦτο τοὔνομα παντὶ δῆλον ὅτι μήτε ζῷόν ἐστι μήτε φυτόν, ἀλλ᾿ ὄνομά τε καὶ φωνὴ καὶ σῶμα καὶ ὂν καὶ τὶ καὶ πάντα μᾶλλον ἢ ζῷον. καὶ εἴπερ τοῦτο προὔβαλες, ἔχεις τὴν ἀπόκρισιν.