Book 8
6.18
Ἐπεὶ δὲ ἐπίστασθαι ἔστιν ὅταν ἴδωμεν τὴν αἰτίαν, αἰτίαι δὲ τέσσαρες, ἡ ὕλη, τὸ κινοῦν, τὸ εἶδος, τὸ τέλος, τετραχῶς ἔσται ὁ διορισμός. ληπτέον οὖν πρῶτον τὸ γένος, ἐν ᾧ ἐστι τῶν ἐπάνω τὰ ἐγγύτατα, μετὰ τοῦτο τὴν προσεχῆ διαφοράν. ἡ δὲ συνέχεια τῶν διαφορῶν τεμνομένη καὶ ἀποδιαιρουμένη τὸ τί ἦν εἶναι ἐκπληροῖ. οὐκ ἀνάγκη δὲ πάσας λέγειν ἑκάστου τὰς διαφοράς, ἀλλὰ τὰς εἰδοποιούσας. ἡ γεωμετρικὴ ἀνάλυσις καὶ σύνθεσις τῇ διαλεκτικῇ διαιρέσει καὶ ὁρισμῷ ἔοικεν, καὶ ἀπὸ μὲν τῆς διαιρέσεως ἐπὶ τὰ ἁπλούστερα καὶ ἀρχικώτερα ἀνατρέχομεν. τὸ γοῦν γένος τοῦ ζητουμένου πράγματος διαιροῦμεν εἰς τὰ ἐνυπάρχοντα αὐτῷ εἴδη, οἷον ἐπὶ τοῦ ἀνθρώπου τὸ ζῷον γένος ὂν εἰς τὰ ἐμφαινόμενα εἴδη διαιροῦμεν. τὸ θνητὸν καὶ ἀθάνατον, καὶ οὕτως ἀεὶ τὰ σύνθετα δοκοῦντα εἶναι γένη εἰς τὰ ἁπλούστερα εἴδη τέμνοντες ἐπὶ τὸ [μὴ] ζητούμενον καὶ μηκέτι τομὴν ἐπιδεχόμενον παραγινόμεθα. τὸ γὰρ ζῷον εἰς τὸ θνητὸν καὶ ἀθάνατον διελόντες, εἶτα μέντοι τὸ θνητὸν εἰς τὸ χερσαῖον καὶ ἔνυδρον, καὶ πάλιν τὸ χερσαῖον εἰς τὸ πτηνὸν καὶ πεζόν. καὶ οὕτως τὸ προσεχὲς τῷ ζητουμένῳ εἶδος, ὃ καὶ περιλαμβάνει τὸ ζητούμενον, διαιροῦντες ἀφιξόμεθα τέμνοντες ἐπὶ τὸ ἁπλούστατον εἶδος. ὅπερ ἄλλο μὲν οὐδέν, μόνον δὲ τὸ ζητούμενον περιλαμβάνει. πάλιν γὰρ τὸ πεζὸν εἰς λογικὸν καὶ ἄλογον διαιρούμεθα. κἄπειτα τὰ προσεχῆ τῶν ἐκ τῆς διαιρέσεως λαμβανομένων εἰδῶν τῷ ἀνθρώπῳ ἐκλεγόμενοι καὶ ἐπισυνθέντες εἰς ἕνα λόγον τὸν ὅρον τοῦ ἀνθρώπου ἀποδίδομεν, ὅς ἐστι ζῷον θνητόν, χερσαῖον, πεζόν. λογικόν.