Book 8
6.19
Ὅθεν ὕλης μὲν τάξιν ἐπέχει ἡ διαίρεσις τῷ ὅρῳ, τὴν ἁπλότητα τοῦ ὀνόματος ἀναζητοῦσα, τεχνίτου δὲ καὶ δημιουργοῦ ὁ ὅρος ἐπισυντιθεὶς καὶ κατασκευάζων καὶ τὴν γνῶσιν τοῦ ὄντος παριστάς. οὔτ᾿ αὐτῶν τῶν πραγμάτων οὔτε τῶν ἰδεῶν οἱ ὅροι, ἀλλὰ γὰρ ὧν πραγμάτων [ὧν] ἔχομεν καθολικὰς διανοίας, τούτων τῶν διανοιῶν τοὺς ἑρμηνευτικοὺς λόγους εἶναί φαμεν· τούτων γὰρ τῶν διανοιῶν καὶ αἱ διαιρέσεις γίνονται. τῶν δὲ διαιρέσεων ἣ μέν τις εἰς εἴδη διαιρεῖ τὸ διαιρούμενον ὡς γένος. ἣ δέ τις εἰς μέρη ὡς ὅλον, ἣ δὲ εἰς τὰ συμβεβηκότα. ἡ μὲν οὖν τοῦ ὅλου εἰς τὰ μέρη διαίρεσις ὡς ἐπὶ τὸ πλεῖστον κατὰ μέγεθος ἐπινοεῖται. ἡ δὲ εἰς τὰ συμβεβηκότα οὐδέποτε ὅλη δύναται διαληφθῆναι, εἴ γε καὶ οὐσίαν ἑκάστῳ δεῖ πάντως τῶν ὄντων ὑπάρχειν. ὅθεν ἀδόκιμοι ἄμφω αὗται αἱ διαιρέσεις, μόνη δὲ εὐδοκιμεῖ ἡ τοῦ γένους εἰς εἴδη τομή, ὑφ᾿ ἧς χαρακτηρίζεται ἥ τε ταὐτότης ἡ κατὰ γένος ἥ τε ἑτερότης ἡ κατὰ τὰς ἰδικὰς διαφοράς. τὸ εἶδος ἀεὶ ἔν τινι μέρει θεωρεῖται, οὐ μὴν ἀνάπαλιν, εἴ τι μέρος ἐστί τινος. τοῦτο καὶ εἶδος γενήσεται. ἡ γὰρ χεὶρ μέρος μέν ἐστι τοῦ ἀνθρώπου. εἶδος δὲ οὐκ ἔστιν. καὶ τὸ μὲν γένος ἐν τοῖς εἴδεσιν ἐνυπάρχει, τὸ γὰρ ζῷον καὶ ἐν τῷ ἀνθρώπῳ καὶ ἐν τῷ βοΐ. τὸ δὲ ὅλον ἐν τοῖς μέρεσιν οὐκ ἐνυπάρχει, οὐ γὰρ ὁ ἄνθρωπος ἐν τοῖς ποσὶν ὑπάρχει. διὸ κυριώτερον τὸ εἶδος τοῦ μέρους. καὶ ὅσα τοῦ γένους κατηγορεῖται. ταῦτα πάντα καὶ τοῦ εἴδους κατηγορηθήσεται.