Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 8

7.22 Τὰ ποιητικὰ τῆς ἐποχῆς αἴτια δύο ἐστὶν τὰ ἀνωτάτω, ἓν μὲν τὸ πολύτροπον καὶ ἄστατον τῆς ἀνθρωπίνης γνώμης. ὅπερ γεννητικὸν εἶναι πέφυκεν τῆς διαφωνίας ἤτοι τῆς ἀλλήλων πρὸς ἀλλήλους ἢ τῆς ἑαυτῶν πρὸς ἑαυτούς, δεύτερον δὲ ἡ ἐν τοῖς οὖσι διαφωνία, ἣ καὶ εἰκότως ἐμποιητικὴ καθέστηκε τῆς ἐποχῆς. μήτε γὰρ πάσαις ταῖς φαντασίαις πιστεύειν δυνηθέντες διὰ τὴν μάχην μήτε πάσαις ἀπιστεῖν διὰ τὸ καὶ τὴν λέγουσαν πάσας ἀπίστους ὑπάρχειν ἐξ ἁπασῶν οὖσαν συμπεριγράφεσθαι πάσαις μήτε τισὶ μὲν πιστεύειν, τισὶ δὲ ἀπιστεῖν διὰ τὴν ἰσότητα, κατήχθημεν εἰς ἐποχήν. τούτων δὲ αὐτῶν τῶν ἀρχικωτάτων τῆς ἐποχῆς τὸ μὲν ἀβέβαιον τῆς διανοίας γεννητικόν ἐστι διαφωνίας, ἡ δὲ διαφωνία προσεχὲς αἴτιον τῆς ἐποχῆς, ὅθεν πλήρης μὲν ὁ βίος δικαστηρίων τε καὶ βουλευτηρίων καὶ ἐκκλησιῶν καὶ καθόλου τῆς περὶ τὰ λεγόμενα ἀγαθὰ καὶ κακὰ αἱρέσεως καὶ φυγῆς, ἅπερ ἠπορημένης ἐστὶ διανοίας καὶ πρὸς τὴν τῶν ἀντικειμένων πραγμάτων ἰσοθένειαν μετοκλαζούσης τεκμήρια. πλήρεις δ᾿ αἱ θῆκαι τῶν βιβλίων καὶ αἱ συντάξεις καὶ αἱ πραγματεῖαι τῶν διαφωνούντων ἐν τοῖς δόγμασι καὶ πεπεικότων ἑαυτοὺς τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν γινώσκειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme