Book 8
3.6
Καὶ διαφέρει ἔνδειξις συλλογισμοῦ ᾗ τὸ μὲν ἐνδεικνύμενον ἑνός ἐστι δηλωτικὸν ἓν ὑπάρχον καὶ αὐτό, ὡς τοῦ μηκέτι εἶναι παρθένον ἔνδειξιν εἶναι τὸ κυεῖν φαμεν, τὸ δὲ συλλογισμῷ λαμβανόμενον ἓν ὑπάρχον ἕπεται πλείοσιν, ὡς τοῦ Πύθωνα προδιδόναι Βυζαντίους, εἰ οὕτως ἔτυχεν. οὐχ ἕν, ἀλλὰ πλείω λαμβάνεται τὰ δηλωτικά. καὶ τὸ μὲν περαίνειν ἐξ ὁμολογουμένων συλλογίζεσθαί ἐστιν, τὸ δέ γε ἐξ ἀληθῶν τι περαίνειν ἀποδεικνύειν ἐστίν, ὥστ᾿ εἶναι σύνθετόν τινα τῆς ἀποδείξεως τὴν ὄνησιν ἔκ τε τοῦ τὰ λαμβανόμενα πρὸς τὰ ζητούμενα ἀληθῆ λαμβάνειν κἀκ τοῦ τὸ συμπέρασμα αὐτοῖς ἀκόλουθον ἐπιφέρεσθαι. εἰ δ᾿ ἤτοι μὴ ὑπάρχοι τὸ πρότερον ἢ μὴ ἕποιτο αὐτῷ τὸ δεύτερον, οὐκ ἀπέδειξεν μέν, συνελογίσατο δέ. τὸ μὲν γὰρ οἰκεῖον ἐπενεγκεῖν συμπέρασμα τοῖς λήμμασιν συλλογίσασθαι μόνον ἐστίν, τὸ δὲ καὶ τῶν λημμάτων ἕκαστον ὑπάρχειν ἀληθὲς οὐ συλλογίσασθαι μόνον, ἀλλὰ καὶ ἀποδεδειχέναι. περαίνειν δ᾿ ἐστίν, ὡς καὶ ἐκ τοῦ ὀνόματος δῆλον, τὸ ἄγειν ἐπὶ τὸ πέρας. ἔστι δὲ δήπου πέρας ἐν ἑκάστῳ λόγῳ τὸ ζητούμενον, ὃ δὴ καὶ συμπέρασμα καλεῖται. οὐδεὶς δὲ ἁπλοῦς καὶ πρῶτος λόγος ὀνομάζεται συλλογισμός, κἂν ἀληθὴς ᾖ, ἀλλ᾿ ἔστι τοὐλάχιστον ἐκ τριῶν τοιούτων σύνθετον, δυεῖν μὲν ὡς λημμάτων, ἑνὸς δὲ ὡς συμπεράσματος.
3.6
Ἤτοι δὲ πάντα ἀποδείξεως δεῖται ἢ καί τινα ἐξ αὑτῶν ἐστι πιστά.