Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 8

3.7 ἀλλ᾿ εἰ μὲν τὸ πρότερον, ἑκάστης ἀποδείξεως ἀπόδειξιν αἰτοῦντες εἰς ἄπειρον ἐκβησόμεθα καὶ οὕτως ἀνατραπήσεται ἡ ἀπόδειξις· εἰ δὲ τὸ δεύτερον. ταῦτα αὐτὰ τὰ ἐξ αὑτῶν πιστὰ τῶν ἀποδείξεων ἀρχαὶ γενήσονται. αὐτίκα οἱ φιλόσοφοι ἀναποδείκτους ὁμολογοῦσι τὰς τῶν ὅλων ἀρχάς. ὥστ᾿ εἴπερ ἐστὶν ἀπόδειξις, ἀνάγκη πᾶσα πρότερον εἶναί τι πιστὸν ἐξ ἑαυτοῦ. ὃ δὴ πρῶτον καὶ ἀναπόδεικτον λέγεται. ἐπὶ τὴν ἀναπόδεικτον ἄρα πίστιν ἡ πᾶσα ἀπόδειξις ἀνάγεται. εἶεν δ᾿ ἂν καὶ ἄλλαι τῶν ἀποδείξεων ἀρχαὶ μετὰ τὴν ἐκ πίστεως πηγήν. τὰ πρὸς αἴσθησίν τε καὶ νόησιν ἐναργῶς φαινόμενα. τὰ μὲν γὰρ πρὸς αἴσθησιν συμβάντα ἐστὶν ἁπλᾶ τε καὶ ἄλυτα. τὰ δὲ πρὸς νόησιν ἁπλᾶ τε καὶ λογικὰ πρῶτα. τὰ δὲ ἐξ αὐτῶν γεννώμενα σύνθετα μέν, οὐδὲν δ᾿ ἧττον ἐναργῆ καὶ πιστὰ καὶ λογικώτερα τῶν πρώτων. ἀκολούθου καὶ μαχομένου οὖν * ἐστιν ἥνπερ ἰδίαν λόγου δύναμιν πεφυκυῖαν ἅπαντες ἔχομεν φύσει. ἐὰν οὖν τις εὑρεθῇ λόγος τοιοῦτος οἷος ἐκ τῶν ἤδη πιστῶν τοῖς οὔπω πιστοῖς ἐκπορίζεσθαι τὴν πίστιν δυνάμενος, αὐτὸν τοῦτον εἶναι φήσομεν οὐσίαν ἀποδείξεως. εἴρηται δὲ ὡς καὶ τὸ τῆς πίστεως καὶ τὸ τῆς ἀποδείξεως γένος διττόν, τὸ μὲν πειθὼ μόνον ταῖς ψυχαῖς τῶν ἀκουόντων. τὸ δὲ ἐπιστήμην ἀπεργαζόμενον. εἰ μὲν οὖν ἐκ τῶν πρὸς αἴσθησιν καὶ νόησιν ἐναργῶν ἄρξαιτό τις. κἄπειτα τὸ οἰκεῖον ἐπενέγκοι συμπέρασμα, ὄντως ἀποδείκνυσιν, εἰ δ᾿ ἐξ ἐνδόξων μόνον, οὐ μὴν πρώτων γε. τουτέστιν οὔτε πρὸς αἴσθησιν οὔτε πρὸς νόησιν ἐναργῶν, εἰ μὲν οἰκεῖον ἐπιφέροι συμπέρασμα, συλλογιεῖται μέν, οὐ μὴν ἐπιστημονικήν γε ποιήσεται τὴν ἀπόδειξιν, εἰ δ᾿ οὐκ οἰκεῖον, οὐδὲ συλλογιεῖται τὴν ἀρχήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme