Book 8
4.9
Πᾶσα γὰρ ζήτησις ἐκ προϋπαρχούσης εὑρίσκεται γνώσεως· εἶναι δὲ δυνατὸν τὴν γνῶσιν τὴν προϋπάρξασαν τοῦ ζητουμένου παντὸς ποτὲ μὲν τῆς οὐσίας ψιλῶς ἀγνοουμένων [δὲ] τῶν ἔργων αὐτῆς. οἷον λίθων, φυτῶν, ζῴων, ὧν τὰς ἐνεργείας ἀγνοοῦμεν, ἢ παθῶν ἢ δυνάμεων ἢ ἁπλῶς εἰπεῖν [ἓν] τῶν ὑπαρχόντων τοῖς οὖσιν· ἐνίοτε δὲ γιγνώσκεσθαι μέν τι τούτων τῶν δυνάμεων ἢ παθῶν ἤ τινα τούτων, ὡς τῆς ψυχῆς τὰς ἐπιθυμίας καὶ τὰ πάθη, ἀγνοεῖσθαι δὲ καὶ ζητεῖσθαι τὴν οὐσίαν· ἐν πολλοῖς δέ, τῆς νοήσεως αὐτῆς τῆς ἡμετέρας ὑποτιθεμένης ἑαυτῇ ταῦτα πάντα, τὴν ζήτησιν εἶναι. τίνι τῶν οὐσιῶν ἂν οὕτω μὲν ὑπάρχῃ· ἀμφοτέρων γάρ, τῆς τε οὐσίας τῆς τε ἐνεργείας, τὰς ἐπινοίας ἐν τῇ διανοίᾳ λαβόντες οὕτως ἐπὶ τὴν ζήτησιν ἐρχόμεθα. ἔστιν δὲ ὧν καὶ τὰς ἐνεργείας εἰδότες ἅμα ταῖς οὐσίαις ἀγνοοῦμεν τὰ παθήματα.
4.9
Ἔστιν οὖν ἡ μέθοδος τῆς εὑρέσεως τοιαύτη· ἀρκτέον γὰρ ἐξ αὐτοῦ τοῦ γνωρίζειν τὰ προβλήματα. πολλάκις γοῦν ἐξαπατᾷ τὸ τῆς λέξεως σχῆμα καὶ συγχεῖ καὶ ταράττει τὴν διάνοιαν, ὥστε μὴ ῥᾳδίως εὑρίσκειν ἐκ ποίας ἐστὶ διαφορᾶς, οἷον εἰ [μὴ] ζῷον τὸ κυούμενον· ἔχοντες γὰρ καὶ ζῴου τι νόημα καὶ κυουμένου ζητοῦμεν εἰ τῷ κυουμένῳ ζῴῳ εἶναι ὑπάρχει, τοῦτο δ᾿ ἐστίν, εἰ τῇ κυουμένῃ οὐσίᾳ τό τε κινεῖσθαι δύνασθαι καὶ ἔτι τὸ αἰσθάνεσθαι ὑπάρχει. ὥστε ἐνεργειῶν ἐστι καὶ παθῶν ἡ ζήτησις ἐπὶ προγινωσκομένης οὐσίας.