Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 8

4.11 Εἰ μὲν οὖν ἀντερωτηθεὶς ὁ ζητήσας, εἰ ζῷον τὸ κατὰ γαστρός, εἴποι καλεῖν ζῷον [ἐπὶ] τὸ τρεφόμενον καὶ αὖξον, ἔχει τὴν ἀπόκρισιν· εἰ δὲ φάσκοι τοῦτ᾿ εἶναι ὃ ζητεῖ, πότερον αἰσθητικὸν ἤδη τὸ κυούμενον ἢ καὶ καθ᾿ ὁρμήν τινά ἐστι κινητικὸν ἑαυτοῦ, ἤδη σαφὴς γίνεται ἡ διερεύνησις τοῦ πράγματος. οὐ μενούσης ἔτι τῆς περὶ τοὔνομα ἀπάτης· μὴ ἀποκρινόμενος δὲ πρὸς τὸ ἀντερωτηθὲν μηδὲ βουλόμενος τί ποτέ ἐστιν εἰπεῖν ὃ νοῶν ἢ κατὰ τίνος ἐπιφέρων πράγματος τὸ ζῷον ὄνομα τὴν πρότασιν ἐποιήσατο, κελεύων δ᾿ ἡμᾶς αὐτοὺς διελέσθαι, ἐριστικὸς ὑπάρχων ἂν γνωρισθείη. εἰ δὲ δυοῖν τρόποιν ὑπαρχόντοιν, ἑτέρου μὲν τοῦ κατ᾿ ἐρώτησίν τε καὶ ἀπόκρισιν, ἑτέρου δὲ τοῦ κατὰ διέξοδον, ἤρνηται τὸ ἕτερον, ἐπακουσάτω πάντα τὰ εἰς τὸ πρόβλημα διεξιόντων ἡμῶν· εἶτ᾿ ἐπειδὰν τελεώσωμεν, ἐξέσται αὐτῷ τότε περὶ ἑνὸς ἑκάστου ἐν μέρει διαλαμβάνειν.
4.12 εἰ δὲ διακόπτειν ἐπιχειροίη τὴν ἐξέτασιν πυνθανόμενος, δῆλός ἐστιν οὐδὲ ἀκούειν βουλόμενος.
4.12 Ἀλλ᾿ εἰ μὲν ἀποκρίνεσθαι ἕλοιτο, πάντων πρῶτον ἐρωτητέον αὐτὸν ἐφ᾿ ὅ τι φέρει πρᾶγμα τὸ ζῷον ὄνομα, κἀπειδὰν τοῦτο ἀποκρίνηται, πάλιν ἐρωτητέον ὅ τι ποτὲ αὐτῷ σημαίνει τὸ κυούμενον ἢ τὸ κατὰ γαστρός, εἰ τὰ μὴ διαπεπλασμένα ἤδη [καὶ τὰ ζῷα] καὶ τὸ σπέρμα αὐτὸ τὸ> καταβεβλημένον τὸ κατὰ γαστρὸς αὐτῷ σημαίνειν βούλεται ἢ μόνα τὰ διηρθρωμένα τε καὶ ἤδη διαπεπλασμένα, τὰ ἔμβρυα καλούμενα. ἀποκριναμένου δὲ καὶ πρὸς τοῦτο περαίνειν ἤδη τὸ προκείμενον ἐφεξῆς καὶ διδάσκειν χρή.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme