Thesauros Literature theology τίς ὁ σωζόμενος πλούσιος

τίς ὁ σωζόμενος πλούσιος

τίς ὁ σωζόμενος πλούσιος Clement of Alexandria, Saint approximately 150-approximately 215
9 Ὁ γοῦν Ἰησοῦς οὐκ ἐλέγχει μὲν αὐτὸν ὡς πάντα τὰ ἐκ νόμου μὴ πεπληρωκότα, ἀλλὰ καὶ ἀγαπᾷ καὶ ὑπερασπάζεται τῆς ἐν οἷς ἔμαθεν εὐπειθείας, ἀτελῆ δὲ εἶναί φησιν ὡς πρὸς τὴν αἰώνιον ζωήν, ὡς οὐ τέλεια πεπληρωκότα, καὶ νόμου μὲν ἐργάτην, ἀργὸν δὲ ζωῆς ἀληθινῆς. καλὰ μὲν οὖν κἀκεῖνα ʽτίς δ’ οὔ φησιν; ἡ γὰρ ἐντολὴ ἁγία ʼ ἄχρι παιδαγωγίας τινὸς μετὰ φόβου καὶ προπαιδείας ἐπὶ τὴν τοῦ Ἰησοῦ νομοθεσίαν τὴν ἄκραν καὶ χάριν προχωροῦντα, πλήρωμα δὲ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι, οὐχὶ δὲ δούλους ποιῶν ὡς δοῦλος, ἀλλὰ καὶ υἱοὺς καὶ ἀδελφοὺς καὶ συγκληρονόμους τοὺς ἐπιτελοῦντας τὸ θέλημα τοῦ πατρός.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme