Book 10
4.33
Καὶ τάδε μὲν λόγοις πάλαι προθεσπισθέντα βίβλοις ἱεραῖς καταβέβλητο, τά γε μὴν ἔργα οὐκέτ’ ἀκοαῖς, ἀλλ’ ἔργοις ἡμῖν παραδέδοται. ἡ ἔρημος ἥδε, ἡ ἄνυδρος, ἡ χήρα καὶ ἀπερίστατος, ἧς ὡς Ps. 74, 5-7 ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς πύλας, ἐπὶ τὸ αὐτὸ ἐν πέλυκι καὶ λαξευτηρίῳ συνέτριψαν αὐτήν, ἧς καὶ τὰς βίβλους διαφθείραντες ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριον τοῦ θεοῦ, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματος αὐτοῦ, Ps. 80, 12. 13 ἣν ἐτρύγησαν πάντες οἱ παραπορευόμενοι τὴν ὁδὸν προκαθελόντες αὐτῆς τοὺς φραγμούς, ἣν ἐλυμήνατο ὗς ἐκ δρυμοῦ καὶ μονιὸς ἄγριος κατενεμήσατο, Χριστοῦ δυνάμει παραδόξῳ νῦν, ὅτε θέλει αὐτός, Is. 35 (see above) γέγονεν ὡς κρίνον· ἐπεὶ καὶ τότε αὐτοῦ νεύματι, Heb. 12, 6 ὡς ἂν προκηδομένου πατρός, ἐπαιδεύετο· ὃν γὰρ ἀγαπᾷ κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
4.34
μέτρῳ δῆτα κατὰ τὸ δέον ἐπιστραφεῖσα, αὖθις ἄνωθεν ἐξ ὑπαρχῆς ἀγαλλιᾶν Is. 35 (see above) προστάττεται ἐξανθεῖ τε ὡς κρίνον καὶ τῆς ἐνθέου εὐωδίας εἰς πάντας ἀποπνεῖ ἀνθρώπους, ὅτι, φησίν, ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ τὸ νᾶμα τῆς θείας τοῦ Tit. 3, 5 σωτηρίου λουτροῦ παλιγγενεσίας, καὶ νῦν γέγονεν Is. 35 (see above) ἡ πρὸ μικροῦ ἔρημος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν ἔβρυσεν πηγὴ ὕδατος ζῶντος, ἴσχυσάν τε ὡς ἀληθῶς χεῖρες αἱ τὸ πρὶν ἀνειμέναι, καὶ τῆς τῶν χειρῶν ἰσχύος ἔργα τάδε τὰ μεγάλα καὶ ἐναργῆ δείγματα· ἀλλὰ καὶ τὰ πάλαι σεσαθρωμένα καὶ παρειμένα γόνατα τὰς οἰκείας ἀπολαβόντα βάσεις, τὴν ὁδὸν τῆς θεογνωσίας εὐθυποροῦντα βαδίζει, John 10, 16 ἐπὶ τὴν οἰκείαν ποίμνην τοῦ παναγάθου ποιμένος σπεύδοντα.
4.35
εἰ δὲ καὶ ταῖς τῶν τυράννων ἀπειλαῖς τὰς ψυχάς τινες ἀπενάρκησαν, οὐδὲ τούτους ὁ σωτήριος ἀθεραπεύτους παρορᾷ λόγος, εὖ μάλα δὲ καὶ αὐτοὺς ἰώμενος ἐπὶ τὴν τοῦ θείου παράκλησιν παρορμᾷ λέγων·
4.36
παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ Isai. 35 (see above) διανοίᾳ, ἰσχύσατε, μὴ φοβεῖσθε.