Thesauros Literature theology Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία Eusebius of Caesarea, Bishop of Caesarea ca. 260-ca. 340

Book 10

4.60 αὐτὰς δὴ οὖν πρώτας τὰς τῶν ἀνωτάτω βασιλευόντων ψυχὰς προελόμενος, τῶν μὲν δυσσεβῶν καὶ ὀλεθρίων πάντων αὐτῶν τε τῶν δεινῶν καὶ θεομισῶν τυράννων τὴν οἰκουμένην ἅπασαν δι’ αὐτῶν τῶν θεοφιλεστάτων ἐκαθήρατο· εἶτα δὲ τοὺς αὐτῷ γνωρίμους ἄνδρας, τοὺς πάλαι διὰ βίου ἱερωμένους αὐτῷ, κρύβδην γε μὴν ὡς ἐν κακῶν χειμῶνι πρὸς τῆς αὐτοῦ σκέπης καλυπτομένους, εἰς φανερὸν ἀγαγὼν καὶ ταῖς τοῦ πατρὸς μεγαλοδωρεαῖς ἐπαξίως τιμήσας, αὖθις καὶ διὰ τούτων τὰς μικρῷ πρόσθεν ἐρρυπωμένας ψυχὰς ὕλης τε παντοίας καὶ χώματος ἀσεβῶν ἐπιταγμάτων συμπεφορημένας ὄρυξι καὶ δικέλλαις ταῖς πληκτικαῖς τῶν μαθημάτων διδασκαλίαις ἐξεκάθηρέν τε καὶ ἀπέσμηξεν,
4.61 λαμπρόν τε καὶ διαυγῆ τῆς πάντων ὑμῶν διανοίας τὸν χῶρον ἀπειργασμένος, ἐνταῦθα λοιπὸν τῷ πανσόφῳ καὶ θεοφιλεῖ τῷδε παραδέδωκεν ἡγεμόνι· ὃς τά τε ἄλλα κριτικὸς καὶ ἐπιλογιστικὸς τυγχάνων τήν τε τῶν αὐτῷ κεκληρωμένων ψυχῶν εὖ διαγινώσκων καὶ φυλοκρινῶν διάνοιαν, Cf. 1 Cor. 3, 12 ἐκ πρώτης ὡς εἰπεῖν ἡμέρας οἰκοδομῶν οὔπω καὶ εἰς δεῦρο πέπαυται, τοτὲ μὲν διαυγῆ τὸν χρυσόν, τοτὲ δὲ δόκιμον καὶ καθαρὸν τὸ ἀργύριον καὶ τοὺς τιμίους καὶ πολυτελεῖς λίθους ἐν πᾶσιν ὑμῖν ἁρμόττων, ὡς ἱερὰν αὖθις καὶ μυστικὴν ἔργοις τοῖς εἰς ὑμᾶς ἀποπληροῦν προφητείαν,
4.62 δι’ ἧς εἴρηται Is. 54, 11-14 ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου καὶ τὰ θεμέλιά σου σάπφειρον καὶ τὰς ἐπάλξεις σου ἴασπιν καὶ τὰς πύλας σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου· καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme