Book 10
4.63
Δικαιοσύνῃ δῆτα οἰκοδομῶν, κατ’ ἀξίαν τοῦ παντὸς λαοῦ διῄρει τὰς δυνάμεις, οἷς μὲν τὸν ἔξωθεν αὐτὸ μόνον περιφράττων περίβολον, τὴν ἀπλανῆ πίστιν περιτειχίσας (πολὺς δὲ ὁ τοιοῦτος καὶ μέγας λεώς, οὐδὲν κρεῖττον φέρειν οἰκοδόμημα διαρκῶν), οἷς δὲ τὰς ἐπὶ τὸν οἶκον ἐπιτρέπων εἰσόδους, θυραυλεῖν καὶ ποδηγεῖν τοὺς εἰσιόντας κατατάττων, οὐκ ἀπεικότως τοῦ νεὼ πρόπυλα νενομισμένους, ἄλλους δὲ πρώτοις τοῖς ἔξωθεν ἀμφὶ τὴν αὐλὴν ἐκ τετραγώνου κίοσιν ὑπεστήριζεν, ταῖς πρώταις τῶν τεττάρων εὐαγγελίων τοῦ γράμματος προσβολαῖς ἐμβιβάζων· τοὺς δ’ ἤδη ἀμφὶ τὸν βασίλειον οἶκον ἑκατέρωσε παραζεύγνυσιν, ἔτι μὲν κατηχουμένους καὶ ἐν αὔξῃ καὶ προκοπῇ καθεστῶτας, οὐ μὴν πόρρω που καὶ μακρὰν τῆς τῶν ἐνδοτάτω θεοπτίας τῶν πιστῶν διεζευγμένους.
4.64
ἐκ δὴ τούτων τὰς ἀκηράτους ψυχὰς θείῳ λουτρῷ χρυσοῦ δίκην ἀποσμηχθείσας παραλαβών, κἀνταῦθα τοὺς μὲν κίοσιν τῶν ἐξωτάτω πολὺ κρείττοσιν ἐκ τῶν ἐνδοτάτω μυστικῶν τῆς γραφῆς δογμάτων ὑποστηρίζει, τοῖς δὲ πρὸς τὸ φῶς ἀνοίγμασιν καταυγάζει,
4.65
προπύλῳ μὲν ἑνὶ μεγίστῳ τῆς τοῦ παμβασιλέως ἑνὸς καὶ μόνου θεοῦ δοξολογίας τὸν πάντα νεὼν κατακοσμῶν, Χριστοῦ δὲ καὶ ἁγίου πνεύματος παρ’ ἑκάτερα τῆς τοῦ πατρὸς αὐθεντίας τὰς δευτέρας αὐγὰς τοῦ φωτὸς παρασχόμενος· τῶν τε λοιπῶν διὰ τοῦ παντὸς οἴκου ἄφθονον καὶ πολὺ διάφορον τῆς καθ’ ἕκαστον ἀληθείας τὸ σαφὲς καὶ φωτεινὸν ἐνδεικνύμενος, 1 Pet. 2, 5 πάντῃ δὲ καὶ πανταχόθεν τοὺς ζῶντας καὶ βεβηκότας καὶ εὐπαγεῖς τῶν ψυχῶν λίθους ἐγκρίνας, τὸν μέγαν καὶ βασιλικὸν ἐξ ἁπάντων οἶκον ἐπισκευάζεται λαμπρὸν καὶ φωτὸς ἔμπλεω τά τε ἔνδοθεν καὶ τὰ ἐκτός, ὅτι μὴ ψυχὴ μόνον καὶ διάνοια, καὶ τὸ σῶμα δὲ αὐτοῖς ἁγνείας καὶ σωφροσύνης πολυανθεῖ κόσμῳ κατηγλάϊστο.
4.66
Ἔνεισιν δ’ ἐν τῷδε τῷ ἱερῷ καὶ θρόνοι βάθρα τε μυρία καὶ καθιστήρια, ἐν ὅσαις ψυχαῖς τὰ τοῦ θείου πνεύματος ἐφιζάνει δωρήματα, οἷα καὶ πάλαι ὤφθη τοῖς ἀμφὶ τοὺς ἱεροὺς ἀποστόλους, οἷς Acts 2, 3 ἐφάνησαν διαμεριζόμεναι γλῶσσαι ὡς εἰ πυρὸς ἐκάθισέν τε ἐφ’ ἕνα ἕκαστον αὐτῶν.