Book 10
4.6
ἀλλὰ νῦν γε οὐκέτ’ ἀκοαῖς οὐδὲ λόγων φήμαις τὸν βραχίονα τὸν ὑψηλὸν τήν τε οὐράνιον δεξιὰν τοῦ παναγάθου καὶ παμβασιλέως ἡμῶν θεοῦ παραλαμβάνουσιν, ἔργοις δ’ ὡς ἔπος εἰπεῖν καὶ αὐτοῖς ὀφθαλμοῖς τὰ πάλαι μνήμῃ παραδεδομένα πιστὰ καὶ ἀληθῆ καθορωμένοις, δεύτερον ὕμνον ἐπινίκιον πάρεστιν ἀναμέλπειν ἐναργῶς Ps. 48, 8 τε ἀναφωνεῖν καὶ λέγειν καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν ἐν πόλει κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ θεοῦ ἡμῶν.
4.7
ποίᾳ δὲ πόλει ἢ τῇδε 1 Tim. 3, 15 τῇ νεοπαγεῖ καὶ θεοτεύκτῳ; ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας, περὶ ἧς καὶ ἄλλο τι θεῖον λόγιον ὧδέ πως εὐαγγελίζεται Ps. 87, 3 δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ· ἐφ’ ἣν τοῦ παναγάθου συγκροτήσαντος ἡμᾶς θεοῦ διὰ τῆς τοῦ μονογενοῦς αὐτοῦ χάριτος, τῶν ἀνακεκλημένων ἕκαστος ὑμνείτω μόνον οὐχὶ Ps. 122, 1 βοῶν καὶ λέγων εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσιν Ps. 26, 8 μοι Εἰς οἶκον κυρίου πορευσόμεθα καὶ κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου,
4.8
καὶ μὴ μόνον γε ὁ καθεῖς, ἀλλὰ καὶ οἱ πάντες ἀθρόως ἑνὶ πνεύματι καὶ μιᾷ ψυχῇ Ps. 48, 1 γεραίροντες ἀνευφημῶμεν, μέγας κύριος ἐπιλέγοντες καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ. καὶ γὰρ οὖν μέγας Baruch 3, 24, 25 ὡς ἀληθῶς, καὶ μέγας ὁ οἶκος αὐτοῦ, ὑψηλὸς καὶ Ps. 45, 2 ἐπιμήκης καὶ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν Ps. 72, 18 ἀνθρώπων· μέγας κύριος ὁ ποιῶν θαυμάσια μόνος· Job 9, 10 μέγας ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· μέγας ὁ Dan. 2, 21 ἀλλοιῶν καιροὺς καὶ χρόνους, μεθιστῶν βασιλεῖς Ps. 113, 7 καὶ καθιστῶν, ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ Luke 1, 52. 53 κοπρίας ἀνιστῶν πένητα. καθεῖλεν δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσεν ταπεινοὺς ἀπὸ γῆς· πεινῶντας Job 38, 15 ἐνέπλησεν ἀγαθῶν, καὶ βραχίονας ὑπερηφάνων συνέτριψεν, οὐ πιστοῖς μόνον,