Book 10
4.16
ὥστε ἤδη, ὃ μηδὲ ἄλλοτέ πω, τοὺς πάντων ἀνωτάτω βασιλέας ἧς λελόγχασι παρ’ αὐτοῦ τιμῆς συνῃσθημένως νεκρῶν μὲν εἰδώλων καταπτύειν προσώποις, πατεῖν δ’ ἄθεσμα δαιμόνων θέσμια καὶ παλαιᾶς ἀπάτης πατροπαραδότου καταγελᾶν, ἕνα δὲ αὐτὸν μόνον θεὸν τὸν κοινὸν ἁπάντων καὶ ἑαυτῶν εὐεργέτην γνωρίζειν Χριστόν τε τοῦ θεοῦ παῖδα παμβασιλέα τῶν ὅλων ὁμολογεῖν σωτῆρά τε αὐτὸν ἐν στήλαις ἀναγορεύειν, ἀνεξαλείπτῳ μνήμῃ τὰ κατορθώματα καὶ τὰς κατὰ τῶν ἀσεβῶν αὐτοῦ νίκας μέσῃ τῇ βασιλευούσῃ τῶν ἐπὶ γῆς πόλει βασιλικοῖς χαρακτῆρσι προσεγγράφοντας, ὥστε μόνον τῶν ἐξ αἰῶνος Ἰησοῦν Χριστὸν τὸν ἡμῶν σωτῆρα καὶ πρὸς αὐτῶν τῶν ἐπὶ γῆς ἀνωτάτω οὐχ οἷα κοινὸν ἐξ ἀνθρώπων βασιλέα γενόμενον ὁμολογεῖσθαι, ἀλλ’ οἷα τοῦ καθ’ ὅλων θεοῦ παῖδα γνήσιον καὶ αὐτὸν θεὸν προσκυνεῖσθαι.
4.17
Καὶ εἰκότως· τίς γὰρ τῶν πώποτε βασιλέων τοσοῦτον ἀρετῆς ἠνέγκατο, ὡς πάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ἀκοὴν καὶ γλῶτταν ἐμπλῆσαι τῆς αὐτοῦ προσηγορίας; τίς βασιλεὺς νόμους εὐσεβεῖς οὕτω καὶ σώφρονας διαταξάμενος ἀπὸ περάτων γῆς καὶ εἰς ἄκρα τῆς ὅλης οἰκουμένης εἰς ἐπήκοον ἅπασιν ἀνθρώποις ἀναγινώσκεσθαι διαρκῶς ἐκράτυνεν;
4.18
τίς ἀνημέρων ἐθνῶν ἔθη βάρβαρα καὶ ἀνήμερα τοῖς ἡμέροις αὐτοῦ καὶ φιλανθρωποτάτοις παρέλυσε νόμοις; τίς αἰῶσιν ὅλοις ὑπὸ πάντων πολεμούμενος τὴν ὑπὲρ ἄνθρωπον ἀρετὴν ἐπεδείξατο, ὡς ἀνθεῖν ὁσημέραι καὶ νεάζειν διὰ παντὸς τοῦ βίου;
4.19
τίς ἔθνος τὸ μηδὲ ἀκουσθὲν ἐξ αἰῶνος οὐκ ἐν γωνίᾳ ποι γῆς λεληθός, ἀλλὰ καθ’ ὅλης τῆς ὑφ’ ἥλιον ἱδρύσατο; τίς εὐσεβείας ὅπλοις οὕτως ἐφράξατο τοὺς στρατιώτας, ὡς ἀδάμαντος τὰς ψυχὰς κραταιοτέρους ἐν τοῖς πρὸς τοὺς ἀντιπάλους ἀγῶσιν διαφαίνεσθαι;