Book 2
8.1
Joseph. A. I. 19, 201; B. I. 2, 204 Ἀλλὰ γὰρ Γάϊον οὐδ’ ὅλοις τέτταρσιν ἔτεσιν τὴν ἀρχὴν κατασχόντα Κλαύδιος αὐτοκράτωρ Acts 11, 28 διαδέχεται· καθ’ ὃν λιμοῦ τὴν οἰκουμένην πιέσαντος (τοῦτο δὲ καὶ οἱ πόρρω τοῦ καθ’ ἡμᾶς λόγου συγγραφεῖς ταῖς αὐτῶν ἱστορίαις παρέδοσαν), ἡ κατὰ τὰς Πράξεις τῶν ἀποστόλων Ἀγάβου προφήτου περὶ τοῦ μέλλειν ἔσεσθαι λιμὸν ἐφ’ ὅλην τὴν οἰκουμένην πέρας ἐλάμβανεν πρόρρησις.
8.2
τὸν δὲ κατὰ Κλαύδιον λιμὸν ἐπισημηνάμενος ἐν ταῖς Πράξεσιν ὁ Λουκᾶς ἱστορήσας Acts 11, 29. 30 τε ὡς ἄρα διὰ Παύλου καὶ Βαρναβᾶ οἱ κατὰ Ἀντιόχειαν ἀδελφοὶ τοῖς κατὰ τὴν Ἰουδαίαν ἐξ ὧν ἕκαστος ηὐπόρει διαπεμψάμενοι Acts 12, 1. 2 εἴησαν, ἐπιφέρει λέγων·
9.1
κατ’ ἐκεῖνον δὲ τὸν καιρόν, δῆλον δ’ ὅτι τὸν ἐπὶ Κλαυδίου, ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας, ἀνεῖλεν δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ.
9.2
περὶ τούτου δ’ ὁ Κλήμης τοῦ Ἰακώβου καὶ ἱστορίαν μνήμης ἀξίαν ἐν τῇ τῶν Ὑποτυπώσεων ἑβδόμῃ παρατίθεται ὡς ἂν ἐκ παραδόσεως τῶν πρὸ αὐτοῦ φάσκων ὅτι δὴ ὁ εἰσαγαγὼν αὐτὸν εἰς δικαστήριον, μαρτυρήσαντα αὐτὸν ἰδὼν κινηθείς, ὡμολόγησεν εἶναι καὶ αὐτὸς ἑαυτὸν Χριστιανόν.
9.3
συναπήχθησαν οὖν ἄμφω, φησίν, καὶ κατὰ τὴν ὁδὸν ἠξίωσεν ἀφεθῆναι αὐτῷ ὑπὸ τοῦ Ἰακώβου· ὁ δὲ ὀλίγον σκεψάμενος, εἰρήνη σοι εἶπεν καὶ κατεφίλησεν αὐτόν. καὶ οὕτως ἀμφότεροι ὁμοῦ ἐκαρατομήθησαν.
9.4
Acts 12, 3-17 Τότε δῆτα, ὥς φησιν ἡ θεία γραφή, ἰδὼν Ἡρῴδης ἐπὶ τῇ τοῦ Ἰακώβου ἀναιρέσει πρὸς ἡδονῆς γεγονὸς τὸ πραχθὲν τοῖς Ἰουδαίοις, ἐπιτίθεται καὶ Πέτρῳ, δεσμοῖς τε αὐτὸν παραδούς, ὅσον οὔπω καὶ τὸν κατ’ αὐτοῦ φόνον ἐνήργησεν ἄν, εἰ μὴ διὰ θείας ἐπιφανείας, ἐπιστάντος αὐτῷ νύκτωρ ἀγγέλου, παραδόξως τῶν εἱργμῶν ἀπαλλαγείς, ἐπὶ τὴν τοῦ κηρύγματος ἀφεῖται διακονίαν. καὶ τὰ μὲν κατὰ Πέτρον οὕτως εἶχεν οἰκονομίας.