Thesauros Literature theology Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία Eusebius of Caesarea, Bishop of Caesarea ca. 260-ca. 340

Book 3

23.13 ὃ δὲ τὸ μὲν πρῶτον ἐξεπλάγη, χρήματα οἰόμενος, ἅπερ οὐκ ἔλαβεν, συκοφαντεῖσθαι, καὶ οὔτε πιστεύειν εἶχεν ὑπὲρ ὧν οὐκ εἶχεν, οὔτε ἀπιστεῖν Ἰωάννῃ· ὡς δέ τὸν νεανίσκον εἶπεν ἀπαιτῶ καὶ τὴν ψυχὴν τοῦ ἀδελφοῦ, στενάξας κάτωθεν ὁ πρεσβύτης καί τι καὶ ἐπιδακρύσας, ἐκεῖνος ἔφη τέθνηκεν. πῶς καὶ τίνα θάνατον; θεῷ τέθνηκεν εἶπεν· ἀπέβη γὰρ πονηρὸς καὶ ἐξώλης καί, τὸ κεφάλαιον, λῃστής, καὶ νῦν ἀντὶ τῆς ἐκκλησίας τὸ ὄρος κατείληφεν μεθ’ ὁμοίου στρατιωτικοῦ.
23.14 καταρρηξάμενος τὴν ἐσθῆτα τα ὁ ἀπόστολος καὶ μετὰ μεγάλης οἰμωγῆς πληξάμενος τὴν κεφαλήν, καλόν γε ἔφη φύλακα τῆς τἀδελφοῦ ψυχῆς κατέλιπον. ἀλλ’ ἵππος ἤδη μοι παρέστω, καὶ ἡγεμὼν γενέσθω μοί τις τῆς ὁδοῦ. ἤλαυνεν, ὥσπερ εἶχεν, αὐτόθεν ἀπὸ τῆς ἐκκλησίας.
23.15 ἐλθὼν δὲ εἰς τὸ χωρίον, ὑπὸ τῆς προφυλακῆς τῶν λῃστῶν ἁλίσκεται, μήτε φεύγων μήτε παραιτούμενος, ἀλλὰ βοῶν ἐπὶ τοῦτ’ ἐλήλυθα, ἐπὶ τὸν ἄρχοντα ὑμῶν ἀγάγετέ με·
23.16 ὃς τέως, ὥσπερ ὥπλιστο, ἀνέμενεν, ὡς δὲ προσιόντα ἐγνώρισε τὸν Ἰωάννην, εἰς φυγὴν αἰδεσθεὶς ἐτράπετο. ὃ δὲ ἐδίωκεν ἀνὰ κράτος, ἐπιλαθόμενος τῆς ἡλικίας τῆς ἑαυτοῦ, κεκραγώς
23.17 τί με φεύγεις, τέκνον, τὸν σαυτοῦ πατέρα, τὸν γυμνόν, τὸν γέροντα; ἐλέησόν με, τέκνον, μὴ φοβοῦ· ἔχεις ἔτι ζωῆς ἐλπίδας. ἐγὼ Χριστῷ λόγον δώσω ὑπὲρ σοῦ· ἂν δέῃ, τὸν σὸν θάνατον ἑκὼν ὑπομενῶ, ὡς ὁ κύριος τὸν ὑπὲρ ἡμῶν· ὑπὲρ σοῦ τὴν ψυχὴν ἀντιδώσω τὴν ἐμήν. στῆθι, πίστευσον· Χριστός με ἀπέστειλεν.
23.18 ὃ δὲ ἀκούσας, πρῶτον ἔστη μὲν κάτω βλέπων, εἶτα ἔρριψεν τὰ ὅπλα, εἶτα τρέμων ἔκλαιεν πικρῶς· προσελθόντα δὲ τὸν γέροντα περιέλαβεν, ἀπολογούμενος ταῖς οἰμωγαῖς ὡς ἐδύνατο καὶ τοῖς δάκρυσι βαπτιζόμενος ἐκ δευτέρου, μόνην ἀποκρύπτων τὴν δεξιάν·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme