Book 3
36.10
Καὶ ταῦτα μὲν ἀπὸ τῆς δηλωθείσης πόλεως ταῖς καταλεχθείσαις ἐκκλησίαις διετυπώσατο· ἤδη δ’ ἐπέκεινα τῆς Σμύρνης γενόμενος, ἀπὸ Τρωάδος Ign. Philad. 11 τοῖς τε ἐν Φιλαδελφίᾳ αὖθις διὰ γραφῆς ὁμιλεῖ Ign. Smyrn. 12 καὶ τῇ Σμυρναίων ἐκκλησίᾳ ἰδίως τε τῷ ταύτης Ign. to Polycarp 8 προηγουμένῳ Πολυκάρπῳ· ὃν οἷα δὴ ἀποστολικὸν Ign. to Polycarp 7 ἄνδρα εὖ μάλα γνωρίζων, τὴν κατ’ Ἀντιόχειαν αὐτῷ ποίμνην οἷα γνήσιος καὶ ἀγαθὸς ποιμὴν παρατίθεται, τὴν περὶ αὐτῆς φροντίδα διὰ σπουδῆς ἔχειν αὐτὸν ἀξιῶν.
36.11
ὁ δ’ αὐτὸς Σμυρναίοις γράφων, οὐκ οἶδ’ ὁπόθεν ῥητοῖς συγκέχρηται, Ign. Smyrn. τοιαῦτά τινα περὶ τοῦ Χριστοῦ διεξιών· ἐγὼ δὲ καὶ μετὰ τὴν ἀνάστασιν ἐν σαρκὶ αὐτὸν οἶδα καὶ πιστεύω ὄντα. καὶ ὅτε πρὸς τοὺς περὶ Πέτρον ἐλήλυθεν, ἔφη αὐτοῖς· λάβετε, ψηλαψήσατέ με καὶ ἴδετε ὅτι οὐκ εἰμὶ δαιμόνιον ἀσώματον· καὶ εὐθὺς αὐτοῦ ἥψαντο καὶ ἐπίστευσαν.
36.12
Οἶδεν δὲ αὐτοῦ τὸ μαρτύριον καὶ ὁ Εἰρηναῖος, καὶ τῶν ἐπιστολῶν αὐτοῦ μνημονεύει, λέγων Iren. 5, 28. 4 οὕτως· ὡς εἶπέν τις τῶν ἡμετέρων, διὰ τὴν πρὸς θεὸν μαρτυρίαν κατακριθεὶς πρὸς θηρία, Ign. Rom. 4 ὅτι σῖτός εἰμι θεοῦ καὶ δι’ ὀδόντων θηρίων ἀλήθομαι, ἵνα καθαρὸς ἄρτος εὑρεθῶ.
36.13
Καὶ ὁ Πολύκαρπος δὲ τούτων αὐτῶν μέμνηται ἐν τῇ φερομένῃ αὐτοῦ πρὸς Φιλιππησίους ἐπιστολῇ Polycarp, Philipp. 9 φάσκων αὐτοῖς ῥήμασιν· παρακαλῶ οὖν πάντας ὑμᾶς πειθαρχεῖν καὶ ἀσκεῖν πᾶσαν ὑπομονήν, ἣν εἴδετε κατ’ ὀφθαλμοὺς οὐ μόνον ἐν τοῖς μακαρίοις Ἰγνατίῳ καὶ Ῥούφῳ καὶ Ζωσίμῳ, ἀλλὰ καὶ ἐν ἄλλοις τοῖς ἐξ ὑμῶν καὶ ἐν αὐτῷ Παύλῳ καὶ τοῖς λοιποῖς ἀποστόλοις, πεπεισμένους ὅτι οὗτοι Phil. 2, 16 πάντες οὐκ εἰς κενὸν ἔδραμον, ἀλλ’ ἐν πίστει καὶ δικαιοσύνῃ, καὶ ὅτι εἰς τὸν ὀφειλόμενον αὐτοῖς 1 Clem. 5 τόπον εἰσὶν παρὰ κυρίῳ, ᾧ καὶ συνέπαθον. οὐ 2 Tim. 4, 10 γὰρ τὸν νῦν ἠγάπησαν αἰῶνα, ἀλλὰ τὸν ὑπὲρ ἡμῶν ἀποθανόντα καὶ δι’ ἡμᾶς ὑπὸ τοῦ θεοῦ Polycarp, Philipp. 13 ἀναστάντα.
36.14
καὶ ἑξῆς ἐπιφέρει· ἐγράψατέ μοι καὶ ὑμεῖς καὶ Ἰγνάτιος, ἵν’ ἐάν τις ἀπέρχηται εἰς Συρίαν, καὶ τὰ παρ’ ὑμῶν ἀποκομίσῃ γράμματα· ὅπερ ποιήσω, ἐὰν λάβω καιρὸν εὔθετον, εἴτε ἐγὼ εἴτε ὃν πέμπω πρεσβεύσοντα καὶ περὶ ὑμῶν.