Thesauros Literature theology Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία Eusebius of Caesarea, Bishop of Caesarea ca. 260-ca. 340

Book 4

Τάδε καὶ ἡ τετάρτη περιέχει βίβλος τῆς Ἐκκλησιαστικῆς ἱστορίας

arg Α Τίνες ἐπὶ τῆς Τραϊανοῦ βασιλείας Ῥωμαίων γεγόνασι καὶ Ἀλεξανδρέων ἐπίσκοποι.
arg Β Ὁποῖα Ἰουδαῖοι κατ’ αὐτὸν πεπόνθασιν.
arg Γ Οἱ κατὰ Ἁδριανὸν ὑπὲρ τῆς πίστεως ἀπολογησάμενοι.
arg Δ Οἱ κατ’ αὐτὸν Ῥωμαίων καὶ Ἀλεξανδρέων ἐπίσκοποι.
arg Ε Οἱ ἀνέκαθεν ἀπὸ τοῦ σωτῆρος καὶ ἐπὶ τοὺς δηλουμένους Ἱεροσολύμων ἐπίσκοποι.
arg Σ Ἡ κατὰ Ἁδριανὸν ὑστάτη Ἰουδαίων πολιορκία.
arg Ζ Τίνες κατ’ ἐκεῖνο καιροῦ γεγόνασιν ψευδωνύμου γνώσεως ἀρχηγοί.
arg Η Τίνες ἐκκλησιαστικοὶ συγγραφεῖς.
arg Θ Ἐπιστολὴ Ἁδριανοῦ ὑπὲρ τοῦ μὴ δεῖν ἀκρίτως ἡμᾶς ἐλαύνειν.
arg Ι Τίνες ἐπὶ τῆς Ἀντωνίνου βασιλείας ἐπίσκοποι Ῥωμαίων καὶ Ἀλεξανδρέων γεγόνασιν.
arg ΙΑ Περὶ τῶν κατ’ αὐτοὺς αἱρεσιαρχῶν.
arg ΙΒ Περὶ τῆς Ἰουστίνου πρὸς Ἀντωνῖνον ἀπολογίας.
arg ΙΓ Ἀντωνίνου πρὸς τὸ κοινὸν τῆς Ἀσίας ἐπιστολὴ περὶ τοῦ καθ’ ἡμᾶς λόγου.
arg ΙΔ Τὰ περὶ Πολυκάρπου τοῦ τῶν ἀποστόλων γνωρίμου μνημονευόμενα.
arg ΙΕ Ὅπως κατὰ Οὐῆρον ὁ Πολύκαρπος ἅμ’ ἑτέροις ἐμαρτύρησεν ἐπὶ τῆς Σμυρναίων πόλεως.
arg ΙΣ Ὅπως Ἰουστῖνος ὁ φιλόσοφος τὸν Χριστοῦ λόγον ἐπὶ τῆς Ῥωμαίων πόλεως πρεσβεύων ἐμαρτύρησεν.
arg ΙΖ Περὶ ὧν Ἰουστῖνος ἐν ἰδίῳ συγγράμματι μνημονεύει μαρτύρων.
arg ΙΗ Τίνες εἰς ἡμᾶς ἦλθον τῶν Ἰουστίνου λόγων.
arg ΙΘ Τίνες ἐπὶ τῆς Οὐήρου βασιλείας τῆς Ῥωμαίων καὶ Ἀλεξανδρέων ἐκκλησίας προέστησαν.
arg Κ Τίνες οἱ τῆς Ἀντιοχέων.
arg ΚΑ Περὶ τῶν κατὰ τούτους διαλαμψάντων ἐκκλησιαστικῶν συγγραφέων.
arg ΚΒ Περὶ Ἡγησίππου καὶ ὧν αὐτὸς μνημονεύει.
arg ΚΓ Περὶ Διονυσίου Κορινθίων ἐπισκόπου καὶ ὧν ἔγραψεν ἐπιστολῶν.
arg ΚΔ Περὶ Θεοφίλου Ἀντιοχέων ἐπισκόπου.
arg ΚΕ Περὶ Φιλίππου καὶ Μοδέστου.
arg ΚΣ Περὶ Μελίτωνος καὶ ὧν αὐτὸς ἐμνημόνευσεν.
arg ΚΖ Περὶ Ἀπολιναρίου.
arg ΚΗ Περὶ Μουσανοῦ.
arg ΚΘ Περὶ τῆς κατὰ Τατιανὸν αἱρέσεως.
1 / 38 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme