Thesauros Literature theology Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία Eusebius of Caesarea, Bishop of Caesarea ca. 260-ca. 340

Book 5

Τάδε καὶ ἡ πέμπτη περιέχει βίβλος τῆς Ἐκκλησιαστικῆς ἱστορίας

arg Α Ὅσοι καὶ ὅπως κατὰ Οὐῆρον ἐπὶ τῆς Γαλλίας τὸν ὑπὲρ τῆς εὐσεβείας διεξῆλθον ἀγῶνα.
arg Β Ὡς οἱ θεοφιλεῖς μάρτυρες τοὺς ἐν τῷ διωγμῷ διαπεπτωκότας ἐθεράπευον δεξιούμενοι.
arg Γ Ὁποία τῷ μάρτυρι Ἀττάλῳ δι’ ὀνείρου γέγονεν ἐπιφάνεια.
arg Δ Ὅπως οἱ μάρτυρες τὸν Εἰρηναῖον δι’ ἐπιστολῆς παρετίθεντο.
arg Ε Ὡς Μάρκῳ Αὐρηλίῳ Καίσαρι ταῖς τῶν ἡμετέρων εὐχαῖς οὐρανόθεν ὁ θεὸς ἐπακούσας ὗσεν.
arg Σ Τῶν ἐπὶ Ῥώμης ἐπισκοπευσάντων κατάλογος.
arg Ζ Ὡς καὶ μέχρι τῶν τότε καιρῶν διὰ τῶν πιστῶν δυνάμεις ἐνηργοῦντο παράδοξοι.
arg Η Ὅπως ὁ Εἰρηναῖος τῶν θείων μνημονεύει γραφῶν.
arg Θ Οἱ κατὰ Κόμοδον ἐπισκοπεύσαντες.
arg Ι Περὶ Πανταίνου τοῦ φιλοσόφου.
arg ΙΑ Περὶ Κλήμεντος τοῦ Ἀλεξανδρέως.
arg ΙΒ Περὶ τῶν ἐν Ἱεροσολύμοις ἐπισκόπων.
arg ΙΓ Περὶ Ῥόδωνος καὶ ἧς ἐμνημόνευσεν κατὰ Μαρκίωνα διαφωνίας.
arg ΙΔ Περὶ τῶν κατὰ Φρύγας ψευδοπροφητῶν.
arg ΙΕ Περὶ τοῦ κατὰ Βλάστον ἐπὶ Ῥώμης γενομένου σχίσματος.
arg ΙΣ Ὅσα περὶ Μοντανοῦ καὶ τῶν μετ’ αὐτοῦ ψευδοπροφητῶν μνημονεύεται.
arg ΙΖ Περὶ Μιλτιάδου καὶ ὧν συνέταξε λόγων.
arg ΙΗ Ὅσα καὶ Ἀπολλώνιος τοὺς κατὰ Φρύγας ἀπήλεγξεν καὶ τίνων ἐμνημόνευσεν.
arg ΙΘ Σεραπίωνος περὶ τῆς τῶν Φρυγῶν αἱρέσεως.
arg Κ Ὅσα Εἰρηναῖος τοῖς ἐπὶ Ῥώμης σχισματικοῖς ἐγγράφως διείλεκται.
arg ΚΑ Ὅπως ἐπὶ Ῥώμης Ἀπολλώνιος ἐμαρτύρησεν.
arg ΚΒ Τίνες κατὰ τούτους ἐπίσκοποι ἐγνωρίζοντο.
arg ΚΓ Περὶ τοῦ τότε κινηθέντος ἀμφὶ τοῦ πάσχα ζητήματος.
arg ΚΔ Περὶ τῆς κατὰ τὴν Ἀσίαν διαφωνίας.
arg ΚΕ Ὅπως τοῖς πᾶσι μία ψῆφος περὶ τοῦ πάσχα συνεφωνήθη.
arg ΚΣ Ὅσα τῆς Εἰρηναίου φιλοκαλίας καὶ εἰς ἡμᾶς κατῆλθεν.
arg ΚΖ Ὅσα καὶ τῶν λοιπῶν τῶν τηνικάδε συνηκμακότων.
arg ΚΗ Περὶ τῶν τὴν Ἀρτέμωνος αἵρεσιν ἐξ ἀρχῆς προβεβλημένων οἷοί τε τὸν τρόπον γεγόνασιν καὶ ὅπως τὰς ἁγίας γραφὰς διαφθεῖραι τετολμήκασιν.
1 / 48 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme