Book 5
8.4
ἔπειτα Ἰωάννης, ὁ μαθητὴς τοῦ κυρίου, John 13, 25. 21, 20 ὁ καὶ ἐπὶ τὸ στῆθος αὐτοῦ ἀναπεσών, καὶ αὐτὸς ἐξέδωκεν τὸ εὐαγγέλιον, ἐν Ἐφέσῳ τῆς Ἀσίας διατρίβων.
8.5
Ταῦτα μὲν οὖν ἐν τρίτῳ τῆς εἰρημένης ὑποθέσεως τῷ προδηλωθέντι εἴρηται, ἐν δὲ τῷ πέμπτῳ περὶ Rev. 13, 18 τῆς Ἰωάννου Ἀποκαλύψεως καὶ τῆς ψήφου τῆς τοῦ ἀντιχρίστου προσηγορίας οὕτως διαλαμβάνει· Iren. 5, 30, 1 τούτων δὲ οὕτως ἐχόντων καὶ ἐν πᾶσι δὲ τοῖς σπουδαίοις καὶ ἀρχαίοις ἀντιγράφοις τοῦ ἀριθμοῦ τούτου κειμένου καὶ μαρτυρούντων αὐτῶν ἐκείνων τῶν κατ’ ὄψιν τὸν Ἰωάννην ἑορακότων καὶ τοῦ λόγου διδάσκοντος ἡμᾶς ὅτι ὁ ἀριθμὸς τοῦ ὀνόματος τοῦ θηρίου κατὰ τὴν Ἑλλήνων ψῆφον διὰ τῶν ἐν αὐτῷ γραμμάτων ἐμφαίνεται.
8.6
καὶ ὑποκαταβὰς Iren 5, 30, 3 περὶ τοῦ αὐτοῦ φάσκει· ἡμεῖς οὖν οὐκ ἀποκινδυνεύομεν περὶ τοῦ ὀνόματος τοῦ ἀντιχρίστου ἀποφαινόμενοι βεβαιωτικῶς. εἰ γὰρ ἔδει ἀναφανδὸν ἐν τῷ νῦν καιρῷ κηρύττεσθαι τοὔνομα αὐτοῦ, δι’ ἐκείνου ἂν ἐρρέθη τοῦ καὶ τὴν ἀποκάλυψιν ἑορακότος· οὐδὲ γὰρ πρὸ πολλοῦ χρόνου ἑωράθη, ἀλλὰ σχεδὸν ἐπὶ τῆς ἡμετέρας γενεᾶς, πρὸς τῷ τέλει τῆς Δομετιανοῦ ἀρχῆς.
8.7
Iren. 3, 16, 5. 8 Ταῦτα καὶ περὶ τῆς Ἀποκαλύψεως ἱστόρηται [1 John 2, 18-22. 4, 1-3. 5, 1] τῷ δεδηλωμένῳ· μέμνηται δὲ καὶ τῆς Ἰωάννου πρώτης ἐπιστολῆς, μαρτυρίας ἐξ αὐτῆς πλείστας Iren. 4, 9, 2. 5, 7, 2. 4, 16, 5 εἰσφέρων, ὁμοίως δὲ καὶ τῆς Πέτρου προτέρας. [1 Peter 1, 8. 2. 16] οὐ μόνον δὲ οἶδεν, ἀλλὰ καὶ ἀποδέχεται τὴν τοῦ Iren. 4, 20, 2 [Herm. Mand. 1] Ποιμένος γραφήν, λέγων· καλῶς οὖν ἡ γραφὴ ἡ λέγουσα πρῶτον πάντων πίστευσον ὅτι εἷς ἐστιν ὁ θεὸς ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας καὶ τὰ ἑξῆς.
8.8
καὶ ῥητοῖς δέ τισιν ἐκ τῆς Σολομῶνος Iren. 4, 38. 3 Σοφίας κέχρηται, μόνον οὐχὶ φάσκων· ὅρασις Wisd. 6, 20 δὲ θεοῦ περιποιητικὴ ἀφθαρσίας, ἀφθαρσία δὲ Iren. 4, 27, 1. 2, 28, 1. 30, 1. 31, 1. 32, 1 ἐγγὺς εἶναι ποιεῖ θεοῦ. καὶ ἀπομνημονευμάτων δὲ ἀποστολικοῦ τινος πρεσβυτέρου, οὗ τοὔνομα σιωπῇ παρέδωκεν, μνημονεύει ἐξηγήσεις τε αὐτοῦ Iren. 4, 6, 2. 5, 26, 2. 28, 4 θείων γραφῶν παρατέθειται.