Thesauros Literature theology Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία Eusebius of Caesarea, Bishop of Caesarea ca. 260-ca. 340

Book 6

25.2 Εἶτα μετά τινα ἐπιφέρει λέγων· εἰσὶν δὲ αἱ εἴκοσι δύο βίβλοι καθ’ Ἑβραίους αἵδε· ἡ παρ’ ἡμῖν Γένεσις ἐπιγεγραμμένη, παρὰ δ’ Ἑβραίοις ἀπὸ τῆς ἀρχῆς τῆς βίβλου Βρησιθ, ὅπερ ἐστὶν ἐν ἀρχῇ· Ἔξοδος, Ουελλεσμωθ, ὅπερ ἐστὶν ταῦτα τὰ ὀνόματα· Λευιτικόν, Ουϊκρα, καὶ ἐκάλεσεν· Ἀριθμοί, Αμμεσφεκωδειμ· Δευτερονόμιον, Ελλεαδδεβαρειμ, οὗτοι οἱ λόγοι· Ἰησοῦς υἱὸς Ναυῆ, Ιωσουεβεννουν· Κριταί, Ῥούθ, παρ’ αὐτοῖς ἐν ἑνί, Σωφτειμ· Βασιλειῶν α β, παρ’ αὐτοῖς ἕν, Σαμουηλ, ὁ θεόκλητος· Βασιλειῶν γ δ ἐν ἑνί, Ουαμμελχδαυιδ, ὅπερ ἐστὶν βασιλεία Δαυίδ· Παραλειπομένων α β ἐν ἑνί, Δαβρηϊαμειν ὅπερ ἐστὶν λόγοι ἡμερῶν· Ἔζρας α β ἐν ἑνί, Εζρα, ὅ ἐστιν βοηθός· βίβλος Ψαλμῶν, Σφαρθελλειμ· Σολομῶνος παροιμίαι, Μελωθ· Ἐκκλησιαστής, Κωελθ· Ἆισμα ᾀσμάτων (οὐ γάρ, ὡς ὑπολαμβάνουσίν τινες, Ἄισματα ᾀσμάτων), Σιρασσιρειμ· Ἡσαΐας, Ιεσσια· Ἱερεμίας σὺν Θρήνοις καὶ τῇ Ἐπιστολῇ ἐν ἑνί, Ιερεμια· Δανιήλ, Δανιηλ· Ἰεζεκιήλ, Ιεζεκιηλ· Ἰώβ, Ιωβ· Ἐσθήρ, Εσθηρ. ἔξω δὲ τούτων ἐστὶ τὰ Μακκαβαϊκά, ἅπερ ἐπιγέγραπται Σαρβηθσαβαναιελ.
25.3 Ταῦτα μὲν οὖν ἐν τῷ προειρημένῳ τίθησι συγγράμματι· ἐν δὲ τῷ πρώτῳ τῶν εἰς τὸ κατὰ Ματθαῖον, τὸν ἐκκλησιαστικὸν φυλάττων κανόνα, μόνα τέσσαρα εἰδέναι εὐαγγέλια μαρτύρεται, ὧδέ πως γράφων·
25.4 ὡς ἐν παραδόσει μαθὼν περὶ τῶν τεσσάρων εὐαγγελίων, ἃ καὶ μόνα ἀναντίρρητά ἐστιν ἐν τῇ ὑπὸ τὸν οὐρανὸν ἐκκλησίᾳ τοῦ θεοῦ, ὅτι πρῶτον μὲν γέγραπται τὸ κατὰ τόν ποτε τελώνην, ὕστερον δὲ ἀπόστολον Ἰησοῦ Χριστοῦ Ματθαῖον, ἐκδεδωκότα αὐτὸ τοῖς ἀπὸ Ἰουδαϊσμοῦ πιστεύσασιν, γράμμασιν Ἑβραϊκοϊς συντεταγμένον·
25.5 δεύτερον δὲ τὸ κατὰ Μάρκον, ὡς Πέτρος ὑφηγήσατο αὐτῷ, ποιήσαντα, ὃν καὶ υἱὸν ἐν τῇ καθολικῇ 1 Pet. 5, 13 ἐπιστολῇ διὰ τούτων ὡμολόγησεν φάσκων ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μάρκος ὁ υἱός μου·
25.6 καὶ τρίτον τὸ κατὰ Λουκᾶν, τὸ see 2 Cor. 8, 18 ὑπὸ Παύλου ἐπαινούμενον εὐαγγέλιον τοῖς ἀπὸ τῶν ἐθνῶν πεποιηκότα· ἐπὶ πᾶσιν τὸ κατὰ Ἰωάννην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme