Thesauros Literature theology Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία Eusebius of Caesarea, Bishop of Caesarea ca. 260-ca. 340

Book 6

45.1 Ταῦτα ὁ Διονύσιος. ἴδωμεν δ’ ὁ αὐτὸς ὁποῖα καὶ τῷ Νοουάτῳ διεχάραξεν, ταράττοντι τηνικάδε τὴν Ῥωμαίων ἀδελφότητα· ἐπειδὴ οὖν τῆς ἀποστασίας καὶ τοῦ σχίσματος πρόφασιν ἐποιεῖτο τῶν ἀδελφῶν τινας, ὡς δὴ πρὸς αὐτῶν ἐπὶ τοῦτ’ ἐλθεῖν ἐκβεβιασμένος, ὅρα τίνα τρόπον αὐτῷ γράφει· Διονύσιος Νοουατιανῷ ἀδελφῷ χαίρειν. εἰ ἄκων, ὡς φῄς, ἤχθης, δείξεις ἀναχωρήσας ἑκών. ἔδει μὲν γὰρ καὶ πᾶν ὅτι οὖν παθεῖν ὑπὲρ τοῦ μὴ διακόψαι τὴν ἐκκλησίαν τοῦ θεοῦ, καὶ ἦν οὐκ ἀδοξοτέρα τῆς ἕνεκεν τοῦ μὴ εἰδωλολατρῆσαι γινομένης ἡ ἕνεκεν τοῦ μὴ σχίσαι μαρτυρία, κατ’ ἐμὲ δὲ καὶ μείζων. ἐκεῖ μὲν γὰρ ὑπὲρ μιᾶς τις τῆς ἑαυτοῦ ψυχῆς, ἐνταῦθα δὲ ὑπὲρ ὅλης τῆς ἐκκλησίας μαρτυρεῖ. καὶ νῦν δὲ εἰ πείσαις ἢ βιάσαιο τοὺς ἀδελφοὺς εἰς ὁμόνοιαν ἐλθεῖν, μεῖζον ἔσται σοι τοῦ σφάλματος τὸ κατόρθωμα, καὶ τὸ μὲν οὐ λογισθήσεται, τὸ δὲ ἐπαινεθήσεται. εἰ δὲ ἀπειθούντων ἀδυνατοίης, σῴζων Gen. 19, 17, (LXX) σῷζε τὴν σεαυτοῦ ψυχήν. ἐρρῶσθαί σε, ἐχόμενον τῆς εἰρήνης ἐν κυρίῳ, εὔχομαι.
46.1 Ταῦτα καὶ πρὸς τὸν Νοουάτον· γράφει δὲ καὶ τοῖς κατ’ Αἴγυπτον ἐπιστολὴν περὶ μετανοίας ἐν ᾗ τὰ δόξαντα αὐτῷ περὶ τῶν ὑποπεπτωκότων παρατέθειται, τάξεις παραπτωμάτων διαγράψας. καὶ πρὸς Κόλωνα (τῆς Ἑρμουπολιτῶν δὲ παροικίας ἐπίσκοπος ἦν οὗτος)
46.2 ἰδία τις περὶ μετανοίας αὐτοῦ φέρεται γραφὴ καὶ ἄλλη ἐπιστρεπτικὴ πρὸς τὸ κατ’ Ἀλεξάνδρειαν αὐτοῦ ποίμνιον. ἐν τούτοις ἐστὶν καὶ ἡ περὶ μαρτυρίου πρὸς τὸν Ὠριγένην γραφεῖσα· καὶ τοῖς κατὰ Λαοδίκειαν ἀδελφοῖς, ὧν προΐστατο Θηλυμίδρης ἐπίσκοπος, καὶ τοῖς κατὰ Ἀρμενίαν ὡσαύτως περὶ μετανοίας ἐπιστέλλει, ὧν ἐπεσκόπευεν Μερουζάνης.
46.3 πρὸς ἅπασι τούτοις καὶ Κορνηλίῳ τῷ κατὰ Ῥώμην γράφει, δεξάμενος αὐτοῦ τὴν κατὰ τοῦ Νοουάτου ἐπιστολήν, ᾧ καὶ σημαίνει δηλῶν ἑαυτὸν παρακεκλῆσθαι ὑπό τε Ἑλένου τοῦ ἐν Ταρσῷ τῆς Κιλικίας ἐπισκόπου καὶ τῶν λοιπῶν τῶν σὺν αὐτῷ Φιρμιλιανοῦ τε τοῦ ἐν Καππαδοκίᾳ καὶ τοῦ κατὰ Παλαιστίνην Θεοκτίστου, ὡς ἂν ἐπὶ τὴν σύνοδον ἀπαντήσοι τὴν κατὰ Ἀντιόχειαν, ἔνθα τοῦ Νοουάτου κρατύνειν τινὲς ἐνεχείρουν τὸ σχίσμα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme