Book 6
3.1
Σχολάζοντι δὲ τῇ διατριβῇ, ὥς που καὶ αὐτὸς ἐγγράφως ἱστορεῖ, μηδενός τε ἐπὶ τῆς Ἀλεξανδρείας τῷ κατηχεῖν ἀνακειμένου, πάντων δ’ ἀπεληλαμένων ὑπὸ τῆς ἀπειλῆς τοῦ διωγμοῦ, προσῄεσαν αὐτῷ τινες ἀπὸ τῶν ἐθνῶν ἀκουσόμενοι τὸν λόγον τοῦ θεοῦ·
3.2
ὧν πρῶτον ἐπισημαίνεται γεγονέναι Πλούταρχον, ὃς μετὰ τὸ βιῶναι καλῶς καὶ μαρτυρίῳ θείῳ κατεκοσμήθη, δεύτερον Ἡρακλᾶν, τοῦ Πλουτάρχου ἀδελφόν, ὃς δὴ καὶ αὐτὸς παρ’ αὐτῷ πλείστην βίου φιλοσόφου καὶ ἀσκήσεως ἀπόδειξιν παρασχών, τῆς Ἀλεξανδρέων μετὰ Δημήτριον ἐπισκοπῆς ἀξιοῦται.
3.3
ἔτος δ’ ἦγεν ὀκτωκαιδέκατον καθ’ ὃ τοῦ τῆς κατηχήσεως προέστη διδασκαλείου· ἐν ᾧ καὶ προκόπτει ἐπὶ τῶν κατὰ Ἀκύλαν τῆς Ἀλεξανδρείας ἡγούμενον διωγμῶν, ὅτε καὶ μάλιστα διαβόητον ἐκτήσατο παρὰ πᾶσιν τοῖς ἀπὸ τῆς πίστεως ὁρμωμένοις ὄνομα δι’ ἣν ἐνεδείκνυτο πρὸς ἅπαντας τοὺς ἁγίους ἀγνῶτάς τε καὶ γνωρίμους μάρτυρας δεξίωσίν τε καὶ προθυμίαν.
3.4
οὐ μόνον γὰρ ἐν δεσμοῖς τυγχάνουσιν, οὐδὲ μέχρις ὑστάτης ἀποφάσεως ἀνακρινομένοις συνῆν, ἀλλὰ καὶ μετὰ ταύτην ἀπαγομένοις τὴν ἐπὶ θανάτῳ τοῖς ἁγίοις μάρτυσιν, πολλῇ τῇ παρρησίᾳ χρώμενος καὶ ὁμόσε τοῖς κινδύνοις χωρῶν· ὥστε ἤδη αὐτὸν προσιόντα θαρσαλέως καὶ τοὺς μάρτυρας μετὰ πολλῆς παρρησίας φιλήματι προσαγορεύοντα πολλάκις ἐπιμανεὶς ὁ ἐν κύκλῳ τῶν ἐθνῶν δῆμος μικροῦ δεῖν κατέλευσεν, εἰ μὴ τῆς θείας δεξιᾶς βοηθοῦ καθάπαξ τυγχάνων παραδόξως διεδίδρασκεν,
3.5
ἡ δ’ αὐτὴ θεία καὶ οὐράνιος χάρις ἄλλοτε πάλιν καὶ πάλιν καὶ οὐδ’ ἔστιν ὁσάκις εἰπεῖν, τῆς ἄγαν περὶ τὸν Χριστοῦ λόγον προθυμίας τε καὶ παρρησίας ἕνεκεν τηνικαῦτα ἐπιβουλευόμενον αὐτὸν διεφύλαττεν. τοσοῦτος δ’ ἦν ἄρα τῶν ἀπίστων ὁ πρὸς αὐτὸν πόλεμος, ὡς καὶ συστροφὰς ποιησαμένους, στρατιώτας αὐτῷ περὶ τὸν οἶκον, ἔνθα κατέμενεν, ἐπιστῆσαι διὰ τὸ πλῆθος τῶν τὰ τῆς ἱερᾶς πίστεως κατηχουμένων παρ’ αὐτῷ.