Book 7
32.11
ταύτῃ δὲ τῶν λοιπῶν ἁπάντων τῶν ἐν τῇ βουλῇ συγκαταθεμένων μικροῦ δεῖν τοὺς πάντας τῶν πολιορκουμένων διεσώσατο, ἐν πρώτοις μὲν τῶν ἀπὸ τῆς ἐκκλησίας, ἔπειτα δὲ καὶ τῶν ἄλλων τῶν κατὰ τὴν πόλιν πᾶσαν ἡλικίαν διαδιδράσκειν προμηθούμενος, οὐ μόνον τῶν κατὰ τὴν ψῆφον δεδογμένων, τῇ δὲ τούτων προφάσει καὶ μυρίους ἄλλους, λεληθότως γυναικείαν στολὴν ἀμπισχομένους νύκτωρ τε τῇ ἐκείνου φροντίδι τῶν πυλῶν ἐξιόντας καὶ ἐπὶ τὴν Ῥωμαίων στρατιὰν ὁρμῶντας. ἔνθα τοὺς πάντας ὑποδεχόμενος ὁ Εὐσέβιος πατρὸς καὶ ἰατροῦ δίκην κεκακωμένους ἐκ τῆς μακρᾶς πολιορκίας διὰ πάσης προνοίας καὶ θεραπείας ἀνεκτᾶτο.
32.12
τοιούτων ἡ κατὰ Λαοδίκειαν ἐκκλησία δύο ἐφεξῆς κατὰ διαδοχὴν ἠξιώθη ποιμένων, σὺν θείᾳ προμηθείᾳ μετὰ τὸν δηλωθέντα πόλεμον ἐκ τῆς Ἀλεξανδρέων πόλεως ἐπὶ τὰ τῇδε μετεληλυθότων.
32.13
οὐμενοῦν ἐσπουδάσθη πλεῖστα τῷ Ἀνατολίῳ συγγράμματα, τοσαῦτα δ’ εἰς ἡμᾶς ἐλήλυθεν, δι’ ὧν αὐτοῦ καταμαθεῖν δυνατὸν ὁμοῦ τό τε λόγιον καὶ πολυμαθές· ἐν οἷς μάλιστα τὰ περὶ τοῦ πάσχα δόξαντα παρίστησιν, ἀφ’ ὧν ἀναγκαῖον ἂν εἴη τούτων ἐπὶ τοῦ παρόντος μνημονεῦσαι.
ΕΚ ΤΩΝ ΠΕΡΙ ΤΟΥ ΠΑΣΧΑ ΑΝΑΤΟΛΙΟΥ ΚΑΝΟΝΩΝ
32.14
Ἔχει τοίνυν ἐν τῷ πρώτῳ ἔτει τὴν νουμηνίαν τοῦ πρώτου μηνός, ἥτις ἁπάσης ἐστὶν ἀρχὴ τῆς ἐννεακαιδεκαετηρίδος, τὴν κατ’ Αἰγυπτίους μὲν Φαμενὼθ κς, κατὰ δὲ τοὺς Μακεδόνων μῆνας Δύστρου κβ, ὡς δ’ ἂν εἴποιεν Ῥωμαῖοι, πρὸ ια Καλανδῶν Ἀπριλίων.
32.15
εὑρίσκεται δὲ ὁ ἥλιος ἐν τῇ προκειμένῃ Φαμενὼθ κς οὐ μόνον ἐπιβὰς τοῦ πρώτου τμήματος, ἀλλ’ ἤδη καὶ τετάρτην ἡμέραν ἐν αὐτῷ διαπορευόμενος. τοῦτο δὲ τὸ τμῆμα πρῶτον δωδεκατημόριον καὶ ἰσημερινὸν καὶ μηνῶν ἀρχὴν καὶ κεφαλὴν τοῦ κύκλου καὶ ἄφεσιν τοῦ τῶν πλανητῶν δρόμου καλεῖν εἰώθασιν, τὸ δὲ πρὸ τούτου μηνῶν ἔσχατον καὶ τμῆμα δωδέκατον καὶ τελευταῖον δωδεκατημόριον καὶ τέλος τῆς τῶν πλανητῶν περιόδου· δι’ ὃ καὶ τοὺς ἐν αὐτῷ τιθεμένους τὸν πρῶτον μῆνα καὶ τὴν τεσσαρεσκαιδεκάτην τοῦ πάσχα κατ’ αὐτὴν λαμβάνοντας οὐ μικρῶς οὐδ’ ὡς ἔτυχεν ἁμαρτάνειν φαμέν.