Thesauros Literature theology Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία Eusebius of Caesarea, Bishop of Caesarea ca. 260-ca. 340

Book 9

2.1 Ταῦτα δ’ οὐκέθ’ οἷός τε φέρειν ὁ τύραννος μισόκαλος καὶ πάντων ἀγαθῶν ἐπίβουλος ὑπάρχων, ὃν ἔφαμεν τῶν ἐπ’ ἀνατολῆς ἄρχειν μερῶν, οὐδ’ ὅλους ἐπὶ μῆνας ἓξ τοῦτον ἐπιτελεῖσθαι τὸν τρόπον ἠνέσχετο. ὅσα δ’ οὖν πρὸς ἀνατροπὴν τῆς εἰρήνης μηχανώμενος πρῶτον μὲν εἴργειν ἡμᾶς τῆς ἐν τοῖς κοιμητηρίοις συνόδου διὰ προφάσεως πειρᾶται, εἶτα διά τινων πονηρῶν ἀνδρῶν αὐτὸς ἑαυτῷ καθ’ ἡμῶν πρεσβεύεται, τοὺς Ἀντιοχέων πολίτας παρορμήσας ἐπὶ τὸ μηδαμῶς τινα Χριστιανῶν τὴν αὐτῶν οἰκεῖν ἐπιτρέπεσθαι πατρίδα ὡς ἐν μεγίστῃ δωρεᾷ παρ’ αὐτοῦ τυχεῖν ἀξιῶσαι, καὶ ἑτέρους δὲ ταὐτὸν ὑποβαλεῖν διαπράξασθαι· ὧν πάντων ἀρχηγὸς ἐπ’ αὐτῆς Ἀντιοχείας ἐπιφύεται Θεότεκνος, δεινὸς καὶ γόης καὶ πονηρὸς ἀνὴρ καὶ τῆς προσωνυμίας ἀλλότριος· ἐδόκει δὲ λογιστεύειν τὰ κατὰ τὴν πόλιν.
3.1 Πλεῖστα δ’ οὖν οὗτος καθ’ ἡμῶν στρατευσάμενος καὶ πάντα τρόπον τοὺς ἡμετέρους ὥσπερ τινὰς φῶρας ἀνοσίους ἐκ μυχῶν θηρεῦσαι διὰ σπουδῆς πεποιημένος πάντα τε ἐπὶ διαβολῇ καὶ κατηγορίᾳ τῇ καθ’ ἡμῶν μεμηχανημένος, καὶ θανάτου δὲ αἴτιος μυρίοις ὅσοις γεγονώς, τελευτῶν εἴδωλόν τι Διὸς Φιλίου μαγγανείαις τισὶν καὶ γοητείαις ἱδρύεται, τελετάς τε ἀνάγνους αὐτῷ καὶ μυήσεις ἀκαλλιερήτους ἐξαγίστους τε καθαρμοὺς ἐπινοήσας, μέχρι καὶ βασιλέως τὴν τερατείαν δι’ ὧν ἐδόκει χρησμῶν ἐπεδείκνυτο. καὶ δὴ καὶ οὗτος κολακείᾳ τῇ καθ’ ἡδονὴν τοῦ κρατοῦντος ἐπεγείρει κατὰ Χριστιανῶν τὸν δαίμονα καὶ τὸν θεὸν δὴ κελεῦσαί φησιν ὑπερορίους τῆς πόλεως καὶ τῶν ἀμφὶ τὴν πόλιν ἀγρῶν ὡς ἂν ἐχθροὺς αὐτῷ Χριστιανοὺς ἀπελάσαι.
4.1 Τούτῳ δὲ πρώτῳ κατὰ γνώμην πράξαντι πάντες οἱ λοιποὶ τῶν ἐν τέλει τὰς ὑπὸ τὴν αὐτὴν ἀρχὴν πόλεις οἰκοῦντες τὴν ὁμοίαν ὁρμῶνται ψῆφον ποιήσασθαι, προσφιλὲς εἶναι τοῦτο βασιλεῖ τῶν κατ’ ἐπαρχίαν ἡγεμόνων συνεωρακότων καὶ τοῦτ’ αὐτὸ διαπράξασθαι τοῖς ὑπηκόοις ὑποβεβληκότων·
4.2 ὧν δὴ καὶ αὐτῶν τοῖς ψηφίσμασιν δι’ ἀντιγραφῆς ἀσμενέστατα ἐπινεύσαντος τοῦ τυράννου, αὖθις ἐξ ὑπαρχῆς ὁ καθ’ ἡμῶν ἀνεφλέγετο διωγμός.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme