42
Ταῦτα τοίνυντοίνυν οὖν C. ἑκουσίως καταδέδεγμαι, ἵνα λάβω ἅπερ τοῖς μάρτυσι τοῦ Χριστοῦ καὶ τοῖς ἄλλοις πᾶσιν ἁγίοις ἐπήγγελται· ἵνα ἀψευδῶς λέγω· Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. ἔγνων γὰρ τὸν μὲν θεοφιλῆ Ἀβραὰμ τῇ τοῦ Θεοῦ φωνῇ πειθόμενον καὶ εἰς τὴν ἔρημον μετοικοῦντα, καὶ Ἰσαὰκ καταδυναστευόμενον, καὶ Ἰακὼβ τὸν πατριάρχην ξενιτεύοντα, Ἰωσὴφ τὸν σώφρονα διαπιπρασκόμενον, τοὺς τῆς ἐγκρατείας εὑρετὰς τρεῖς παῖδας πυρομαχοῦντας, Δανιὴλ δεύτερον εἰς λάκκον λεόντων παραβαλλόμενον,βαλλόμενον C. τὸν παῤῥησιαστὴν Ἱερεμίαν εἰς λάκκον βορβόρου καταδικαζόμενον· Ἡσαΐαν τὸν τῶν ἀποκρύφων θεατὴν πριζόμενον·Ἡσαΐαν... πριζόμενονom. C. τὸν Ἰσραὴλ αἰχμαλωτιζόμενον· Ἰωάννην τὸν τῆς μοιχείας ἔλεγχον ἀποτεμνόμενον· ἀναιρουμένους τοὺςτοῦ C. Χριστοῦ μάρτυρας. καὶ ἵνα τί μακρολογῶ; ὅπου γε καὶ αὐτὸς ὁ Σωτὴρ ἐσταυρώθη ὑπὲρ ἡμῶν, ἵνα τῷ ἑαυτοῦ θανάτῳ ἡμᾶς ζωοποιήσῃ, καὶ πάντας ἡμᾶς πρὸς τὴν ὑπομονὴν ἀλείψῃ καὶ ἑλκύσῃ. πρὸς τοῦτον ἐπείγομαι, καὶ πρὸς τὸν Πατέρα, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. γνήσιος εὑρεθῆναι ἀγωνίζομαι,ἀγωνιζόμενος C. ἀνάξιον ἐμαυτὸνἑαυτὸν C. κρίνας τῶν τοῦ κόσμου καλῶν—πλὴν ἀλλʼ οὐδὲ ἐγὼ διὰ τὸν κόσμον, ἀλλʼ ὁ κόσμος δι’ ἐμέ.
42
Ταῦτα οὖν ἐν ἑαυτῷ ἐπιλογιζόμενος,λογιζόμενος C. καὶ τελῶν αὐτὰπάντα C. σπουδαίως κατὰ τὸ εἰρημένον σοι, ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας ἕως θανάτου. καὶ γὰρ ὁ Χριστὸς ὑπήκοος γέγονε μέχρι θανάτου. ἀλλὰ καὶ ὁ ἀπόστολός φησι· Βλέπετε μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρά, εἰς τὸ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος· ἀλλὰ ἀλλήλους παρακαλεῖτε,παρακαλεῖται C. καὶ εἷς τὸν ἕνα οἰκοδομεῖτε,οἰκοδομοῦντες C. ἄχρις οὗ τὸ σήμερον λέγεται. τὸ γὰρ σήμερονλέγεται. τὸ γὰρ σήμερον ὃ C. σημαίνει ὅλον τὸν χρόνον τῆς ζωῆς ἡμῶν. οὕτως οὖν πολιτευόμενος, ἀδελφέ, καὶ σεαυτὸνἑαυτὸν C. σώσεις, καὶ ἡμᾶς εὐφρανεῖς, καὶ τὸν Θεὸν δοξάσεις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.τέλος θεῷ ἁγίῳ τῶν ἐπιστολῶν τοῦ μεγάλον βασιλείου add. C.
Νουθεσία πρὸς τοὺς νέους