45
Διττός μοι φόβος ἐνέσκηψε τοῖς τῆς διανοίας κόλποις ἐκ τῆς περὶ σὲ ὑποθέσεως. ἢ γάρ τις ἀσυμπαθὴς τρόπος προκαταρξάμενος εἰς μισανθρωπίαςμισαδελφίας E. ἔγκλημά με ῥίπτει, ἢ αὖθις συμπαθεῖν ἐθέλοντα καὶ πρὸς τὰ πάθη καταμαλακίζεσθαι,καταμαλακίζεσθαι μὴ μαλακίζεσθαι E. κακῶς μετατίθησι.διατίθησι C, D. διόπερ καὶ διαχαράττειν μέλλων τουτί μου τὸ γράμμα, τὴν μὲν χεῖρα ναρκῶσαν τοῖς λογισμοῖς ἐνεύρωσα, τὸ δὲ πρόσωπον, ἠπορημένον ἐκ τῆς ἐπὶ σοὶ κατηφείας, ἀλλοιῶσαι οὐκ ἴσχυσα, τοσαύτης μοι ἐπὶ σοὶ κεχυμένηςἐπὶ σοὶ κεχυμένης ἐπικεχυμένης B, C, D. αἰσχύνης, ὡς καὶ τὴν τοῦ στόματοςστόματος σώματος E. σύμπτυξιν παραχρῆμα πίπτειν, τῶν χειλέων μου εἰς κλαυθμὸν ἐκτρεπομένων. οἴμοι, τί γράψω, ἢ τί λογίσομαι ἐν τριόδῳ ἀπειλημμένος;