45
Καὶ τούτων τὸ τέλος τί; μοιχικῆς φήμης διαβολή, βέλους ὀξύτερον διιπταμένη, τιτρώσκει ἡμῶν τὰς ἀκοάς, ἀκμαιοτέρῳ κέντρῳ τὰ σπλάγχνα ἡμῶν διανύττουσα. τίς ἡ τοῦ γόητοςτοῦ γόητοςom. E. τοσαύτη ἔντεχνος ποικιλία εἰς τοσοῦτόντοῦτο C, D. σε περιήγαγεν ὀλέθριον σκέλισμα; ποῖα πολύπλοκα τοῦ διαβόλου δίκτυα περισφίγξαντά σε, τὰς τῆς ἀρετῆς ἐνεργείας ἀκινήτους ἀπήλεγξε;ἀπήλεγξαν C, D. ποῦ μοι τὰ διηγήματα τῶν σῶν πόνων; οἴχεται. ἆρα γὰρ ἀπιστῆσαι ἄξιον; καὶ πῶς οὐχὶ ἐκ τῶν ἐναργῶν καὶ τὰ τέως ἀφανῆ εἰς πίστιν δεξόμεθα; εἰ τὰς τῷ Θεῷ προσφυγούσαςπροσφευγούσας F. ψυχὰς φρικτοῖς ὅρκοις κατέκλεισας· ὁπότε παρατετηρημένωςπαρατετηρημένος C, D. τοῦ ναὶ καὶ τοῦ οὒ τὸ περιττὸνπερισσὸν δὲ C, D, E. τῷ διαβόλῳ προσνενέμηται.προσνέμων C, D, F; προσνέμειν A.
45
Ὁμοῦ τοίνυν καὶ παρορκίας ὀλεθρίου γέγονας ἔγγυος, καὶ φαυλίσας τῆς ἀσκήσεως τὸν χαρακτῆρα μέχρι τῶν ἀποστόλων καὶ αὐτοῦ τοῦ Κυρίου ἀνέπεμψας τὸ αἶσχος. κατῄσχυνας τὸ τῆς ἁγνείας καύχημα, ἐμωμήσω τῆς σωφροσύνης τὸ ἐπάγγελμα· ἐγενόμεθα αἰχμαλώτων τραγῳδία, Ἰουδαίοις καὶ Ἕλλησι δραματουργεῖται τὰ ἡμέτερα. διέτεμες φρόνημα μοναχῶν· τοὺς ἀκριβεστέρους εἰς φόβον καὶ δειλίαν ἤγαγες, θαυμάζοντας ἔτι τοῦ διαβόλου τὴν δύναμιν, τοὺς ἀδιαφόρους εἰς ἀκολασίας ζῆλον μετέθηκας ἔλυσας, ὅσον ἐπὶ σοί, τὸ τοῦ Χριστοῦ καύχημα, Θαῤῥεῖτε, λέγοντος, ἐγὼ νενίκηκα τὸν κόσμον καὶ τὸν τούτουτούτου τοῦ κόσμου F. ἄρχοντα, ἐκέρασας τῇ πατρίδι κρατῆρα δυσφημίας. ὄντως εἰς ἔργον ἤγαγες τὸ τῆςτὸ τῆς τὰς A, E, F. Παροιμίας· Ὡς ἔλαφος τοξευθεὶς εἰςεἰςom. C, D. τὸ ἧπαρ.