46
Ἐπὶ τούτοις τίς οὐκ ἂν πενθήσας εἴποι· Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών; πῶς δὲ οὐκ ἂν αὐτὸς ὁ Κύριος ἀποφθέγξαιτο πρός τινα τῶν νῦν ἐν πνεύματι Ἱερεμίου περιπατούντων· Εἶδες ἃ ἐποίησέ μοι ἡ παρθένος τοῦ Ἰσραήλ; ἐγὼ ἐμνηστευσάμην αὐτὴν ἐμαυτῷ ἐν πίστει καὶ ἀφθαρσίᾳ, ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, καὶ ἐν ἐλέει καὶ οἰκτιρμοῖς, καθὼς καὶ διὰ Ὠσηὲ τοῦ προφήτου αὐτῇ ἐπηγγειλάμην. αὐτὴ δὲ ἠγαπήκει ἀλλοτρίους, καὶ ζῶντος ἐμοῦ τοῦἀθανάτου add. A. B, C, D. ἀνδρός, μοιχαλὶς χρηματίζει, καὶ οὐ φοβεῖται γενομένη ἀνδρὶ ἑτέρῳ. τί δὲ ἄρα ὁ νυμφαγωγός, ὁ θεῖος καὶ μακάριος Παῦλος, ὅ τε ἀρχαῖος ἐκεῖνος, καὶ ὁ νέος οὗτος ὑφʼ ᾧ μεσίτῃ καὶ διδασκάλῳ τὸν πατρῷονμητρῷον A, B, C, D. οἶκον καταλιποῦσα τῷ Κυρίῳ συνήφθης; ἆρα οὐκ ἂν εἴποι τῷ τοσούτῳ κακῷ περιπαθήσας ἑκάτερος; Φόβος γὰρ ὃν ἐφοβούμην ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι. ἐγὼ μὲν γάρ σεσεom. C, D. ἡρμοσάμην ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ, καὶ ἐφοβούμην ἀεὶ μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ ποτὲποτὲom. E. τὰ νοήματά σου. διά τοι τοῦτο μυρίαις μὲνταῖς πνευματικαῖς A, B, C, D. ἐπῳδαῖς ἐπειρώμην ἀεὶ καταστέλλειν τῶν παθῶν τὸν τάραχον, μυρίαις δὲ φυλακαῖς συντηρεῖν τοῦ Κυρίου τὴν νύμφην, καὶ τὸν βίον ἀεὶἀεὶom. E. τῆς ἀγάμου διεξῄειν, ὅτι δὴ μόνη ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνʼ ᾖ ἁγία τῷ σώματι καὶ τῷ πνεύματι. καὶ τὸ ἀξίωμα τῆς παρθενίας ὑφηγούμην, καὶ ναόν σε Θεοῦ προσαγορεύων, οἱονεὶ πτερὸν ἐδίδουν τῇ προθυμίᾳ, πρὸς Ἰησοῦν ἀνακουφίζων, καὶ τῷ φόβῳ τοῦ δεινοῦ πρὸς τὸ μὴ πεσεῖν ἐβοήθουν, λέγων,in A, B, C, D, legitur post φθείρει. Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. καὶ δὴ καὶ τὴν ἐκ τῶν προσευχῶνεὐχῶν A, B, C, D. μουμουom. A, B, C, D. προσετίθουνπροσετίθην E; περιετίθουν C, D. ἀσφάλειαν, εἴ πως ὁλόκληρόν σουσοι A, B, C, D. τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶνἡμῶνom. A, B, C, D, E. Ἰησοῦ Χριστοῦ τηρηθείη. ἀλλὰ γὰρ εἰκῆ ταῦτα πάντα κεκοπίακα εἰς σέ, καί μοι πικρὸνπικρότερον E. ἐξέβη τῶν γλυκέων ἐκείνων πόνων τὸ πέρας· καὶ στένεινπενθεῖν E. ἀνάγκη πάλιν ἐφʼ ᾗοἷς C, D. ἔδει με χαίρειν. ἰδοὺ γὰρ ἠπάτησαι μὲν ὑπὸ τοῦ ὄφεως, τῆς Εὔας πικρότερον. ἔφθαρται δέ σοι οὐ τὰ νοήματα μόνον, ἀλλὰ γὰρ σὺν ἐκείνοις καὶ αὐτὸ τὸ σῶμα· καὶ τὸ φρικῶδες ἐκεῖνο, ὃ καὶ εἰπεῖν ὀκνῶ, καὶ σιωπᾷνσιγᾶν E. οὐ δύναμαι (ἔστι γὰρ ὡς πῦρ καιόμενον καὶ φλεγόμενονκαὶ φλεγόμενονom. A, B, C, D. ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν, καὶ οὐ δύναμαι φέρειν), ἄρασα τὰ μέλη τοῦ Χριστοῦ πεποίηκας μέλη πόρνης.