46
Ταῦτα φεύγειν ἔξεστι νῦν. ἕως ἔξεστιν, ἑαυτοὺς ἀπὸ τοῦ πτώματος ἀναλάβωμεν, μηδὲ ἀπελπίσωμεν ἑαυτῶν,ἑαυτοὺς E. ἐὰν ἀναλύσωμεν ἀπὸ τῶν κακῶν. Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῷσαι. δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ,αὐτῷom. C, D. καὶ κλαύσωμεν ἐναντίον αὐτοῦ. ἡμᾶς ἐπὶ μετάνοιαν καλῶν ὁ Λόγος βοᾷ καὶ κέκραγε· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.Δεῦτε πρός με ... ἀναπαύσω ὑμᾶςom. A, B, C, D, E. ἔστιν οὖνοὖνom. MSS. ὁδὸς σωτηρίας, ἐὰν θέλωμεν. κατέπιεν ὁ θάνατος ἰσχύσας, ἀλλʼ εὖ ἴσθι ὅτι πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου τῶν μετανοούντων. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ. οὐ ψεύδεται εἰπών· Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. ἕτοιμός ἐστιν ὁ μέγας τῶν ψυχῶν ἰατρὸς ἰάσασθαί σου τὸ πάθος, ὃς οὐδὲ μονωτάτης, ἀλλὰ πάντων τῶν δεδουλωμένων τῇ ἁμαρτίᾳ ἐστὶν ἕτοιμος ἐλευθερωτής.ὃς οὐδὲ ... ἕτοιμος ἐλευθερωτήςom. A, B, C, D, E. ἐκείνου ῥήματά ἐστιν, ἐκεῖνο τὸ γλυκὺ καὶ σωτήριον στόμα εἶπεν· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ οἱ κακῶς ἔχοντες. οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. τίς οὖν ἐστί σοι πρόφασις, ἤ τινι ἄλλῳ, ταῦτα αὐτοῦ βοῶντοςτίς οὖν... αὐτοῦ βοῶντος;om. C, D, E.; βούλεται Κύριος καθαρίσαι σε ἀπὸ τοῦ πόνου τῆς πληγῆς, καὶ δεῖξαί σοι φῶς ἀπὸ σκότους. σὲ ζητεῖ ὁ ποιμὴν ὁ καλός, ὁ καταλιπὼν τὰ μὴ πεπλανημένα. ἐὰν ἐπιδῷς σεαυτήν, οὐκ ὀκνήσει, οὐδʼ ἀπαξιώσει σε ὁ φιλάνθρωπος ἐπὶ τῶν ὤμων βαστάσαιβαστάξαι A, B. τῶν ἰδίων, χαίρων ὅτι εὗρεν αὐτοῦ τὸ πρόβατον τὸ ἀπολωλός.