48
Μόλις ἡμῖν ὑπῆρξεν ἐπιτυχεῖν διακόνου γραμμάτων πρὸς τὴν σὴν θεοσέβειαν, ἐπεὶ οἵ γε παρʼ ἡμῖν οὕτω κατέπτηξανκατέστηξαν C. τὸν χειμῶνα, ὡς μηδὲ τὸ μικρότατονσμικρότατον C, D, E, F. προκύπτειν τῶν δωματίωνδωμάτων E. ἀνέχεσθαι. καὶ γὰρ τοσούτῳ πλήθει χιόνων κατενίφημεν, ὡς αὐτοῖς οἴκοις καταχωσθένταςκαταχωσθέντες A, B, C, D; καταχωσθέντο (s fr. as rasura) F. δύο μῆνας ἤδη ταῖς καταδύσεσιν ἐμφωλεύειν. συγγνώσῃ οὖν πάντως ἡμῖν, τό τε ἄτολμον τῶν Καππαδοκικῶν ἠθῶνΚαππαδοκῶν ἦθος C, D. καὶ τὸ τῶν σωμάτων δυσκίνητον ἐπιστάμενος, εἰ μὴ θᾶττον ἐπεστείλαμεν, μηδʼ εἰς γνῶσιν ἠγάγομεν τῇ τιμιότητί σου τὰ ἀπὸ τῆς Ἀντιοχείας, ἃ πάντως μὲν γνωρίζειν σοι ἕωλόν ἐστι καὶ ψυχρόν, πάλαι μεμαθηκότι, ὡς τὸ εἰκός. πλὴν ἀλλʼ οὐδὲν ἡγούμενοι πρᾶγμα καὶ τὰ ἐγνωσμένα σημαίνειν, ἀπεστείλαμεν τὰς διὰ τοῦ ἀναγνώστου κομισθείσας ἐπιστολάς. καὶ ταῦτα μὲν εἰς τοσοῦτον.
48
Ἡ δὲ ΚωνσταντινούπολιςἩ δὲ Κωνσταντινούπολις Κωνσταντινούπολις δὲ C, D. ἔχει τὸν Δημόφιλον πολὺν ἤδη χρόνον,πολὺν ἤδη χρόνον πολὺς ἤδη χρόνος C, D. ὡς καὶ αὐτοὶ οὗτοι ἀπαγγελοῦσιἀπαγγέλλουσι F. καὶ προκεκήρυκται πάντως τῇ ὁσιότητί σου. καί τι περὶ αὐτὸν πλάσμα ὀρθότητος καὶ εὐλαβείας παρὰ πάντων συμφώνως τῶν ἀφικνουμένων θρυλλεῖται,θρυλεῖται A, B, E, F. ὡς καὶ τὰ διεστῶτα τῆς πόλεως μέρη εἰς ταὐτὸν συνελθεῖν, καὶ τῶν πλησιοχώρων τινὰς ἐπισκόπων τὴν ἕνωσιν καταδέξασθαι. οἱ δὲ ἡμέτεροι οὐδὲν ἀμείνους ἐφάνησαν τῶν ἐλπίδων· ἐπιστάντες γὰρ εὐθὺς κατὰ πόδας τῆς ὑμετέραςἡμετέρας E. ἐξόδου, πολλὰ μὲν εἶπονεἶπαν F. λυπηρά, πολλὰ δὲ ἐποίησαν, καὶ τέλος ἀνεχώρησαν, βεβαιώσαντες ἡμῖν τὸ σχίσμα.σχῆμα E. εἰ μὲν οὖνοὖνom. C, D. τι γενήσεται βέλτιον, καὶ εἰ παύσονται τῆς κακίας, ἄδηλον παντὶ πλὴν ἢ τῷ Θεῷ. τὰ μὲν οὖν παρόντα τοιαῦτα.
48
Ἡ δὲ λοιπὴ ἐκκλησία εὐσταθεῖ τῇ τοῦ Θεοῦ χάριτι, καὶ εὔχεται ὁμοῦ τῷ ἦρι ἰδεῖν σε πάλιν ἐπὶ τῆς ἡμετέρας, καὶ ἀνανεωθῆναι διὰ τῆς ἀγαθῆς σου διδασκαλίας. κἀμοὶ δὲ τὸ σῶμα οὐδὲν ἄμεινον τῆς συνηθείας ἔχει.
Ἀρκαδίῳ ἐπισκόπῳ