51
Πῶς μου οἴει τὴν ψυχὴν ὠδύνησεν ἡ ἀκοὴ τῆς συκοφαντίας ἐκείνης, ἣν κατέχεόνκατέχεαν A, C, D, F (corr. to κατέχεαν). μού τινες τῶν μὴ φοβουμένων τὸν κριτήν, ὃς ἀπολεῖ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος; ὥστε πᾶσαν τὴν νύκτα ἐπὶ τοῖς ῥήμασι τῆς ἀγάπης σου, ὀλίγου δεῖν, ἄϋπνοςἄϋπνον A, C, D, E. διαμεῖναι· οὕτω μέσης ἥψατό μου τῆς καρδίας ἡ λύπη. ὄντως γάρ, κατὰ τὸν Σολομῶντα, Συκοφαντία ἄνδρα ταπεινοῖ· καὶ οὐδεὶς οὕτως ἀνάλγητος, ὡς μὴ παθεῖν τὴν ψυχὴν καὶ κατακαμφθῆναι εἰς γῆν, στόμασιν πρὸςεἰς A, C, D. ψευδολογίαν εὐκόλοις παραπεσών.περιπεσών C, D. ἀλλὰ γὰρ ἀνάγκη πάντα στέγειν, πάντα ὑπομένειν, τὴν ὑπὲρ ἑαυτῶν ἐκδίκησιν ἐπιτρέψαντεςἐπιτρέψαντας A; ἐπιρίψαντας C, D, E; ἐπιτρέψαντας fr. ἐπιρίψαντας F. τῷ Κυρίῳ, ὃς οὐ περιόψεταιοὐ περιόψεται ... ἀπιστεῖν τῷ Κυρίῳom. C, D. ἡμᾶς· διότι Ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν. οἱ μέντοι τὸ καινὸν τοῦτο δρᾶμα τῆς καθʼ ἡμῶν βλασφημίας συνθέντες ἐοίκασι παντελῶς ἀπιστεῖν τῷ Κυρίῳ, ὃς καὶ περὶ ἀργοῦ ῥήματος δώσειν ἡμᾶς λόγον ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἀπεφήνατο.