51
Ἐγὼ δέ, εἶπέ μοι, τὸν μακαριώτατον Διάνιον ἀνεθεμάτισα; τοῦτο γὰρ ἡμῶν κατήγγειλαν.κατήνεγκαν C, D. ποῦ ἢ πότε; τίνων παρόντων; ἐπὶ ποίᾳ προφάσει;ποίᾳ προφάσει fr. ποίας προφάσεως alia m. F. ψιλοῖς ῥήμασιν ἢ ἐγγράφοις; ἑτέροις ἀκολουθῶν, ἢ αὐτὸς κατάρχων καὶ αὐθεντῶν τοῦ τολμήματος; ὢ τῆς ἀναιδείας τῶν πάντα φθεγγομένων ῥᾳδίως· ὢ τῆς καταφρονήσεως τῶν τοῦ Θεοῦ κριμάτων· πλὴν εἰ μὴ ἄρα τῷ πλάσματι αὐτῶνἑαυτῶν E, F. καὶ τοῦτο προστραγῳδήσουσιν,προστραγῳδήσωσιν A. ὅτι ἐγενόμην καὶ ἔκφρων ποτέ, ὥστε ἀγνοεῖν αὐτὸς τὰ ἑαυτοῦ ῥήματα. ἐπὶ γὰρ τῶν λογισμῶν ὑπάρχων τῶν ἐμαυτοῦ, οὐδὲν οἶδα ποιήσας τοιοῦτον, οὐδὲ προελόμενος τὴν ἀρχήν. ἀλλʼ ἐκεῖνο μᾶλλον ἐμαυτῷ συνεπίσταμαι, ὅτι ἐκ πρώτης ἡλικίας συνετράφην τῷ περὶ αὐτὸν φίλτρῳ, καὶ ἀπέβλεπον πρὸς τὸν ἄνδρα ὡς μὲν γεραρὸς ἰδεῖν, ὡς δὲ μεγαλοπρεπής, ὅσον δὲ ἔχων τὸ ἱεροπρεπὲς ἐν τῷ εἴδει. ἐπεὶ δέ μοι λοιπὸν καὶ ὁ λόγος παρῆν, τότε δὴ καὶ ἀπὸ τῶν τῆς ψυχῆς ἀγαθῶν αὐτὸν ἐπεγίνωσκον· καὶ ἔχαιρον αὐτοῦ τῇ συνουσίᾳ, τὸ ἁπλοῦν καὶ γενναῖον καὶ ἐλευθέριονἐλεύθερον C, D. τῶν τρόπων καταμανθάνων, καὶ ὅσα ἄλλαἦν add. A. C, D. τοῦ ἀνδρὸςἦν add. F. ἴδια, ἡ τῆς ψυχῆς ἡμερότης, τὸ μεγαλοφυές τε ὁμοῦ καὶ πρᾶον, τὸ εὐπρεπές, τὸ ἀόργητον, τὸ φαιδρὸν καὶ εὐπρόσιτον τῇ σεμνότητι κεκραμένον. ὥστε αὐτὸν ἐναρίθμιον εἶχον τοῖς περιφανεστάτοις κατʼ ἀρετήν.