55
Τί οὖν ἐγκαλεῖς τῷ χωρεπισκόπῳ καὶ παλαιᾶς ἔχθρας μέμνησαι; τί χωρεπισκόπῳ, καὶ παλαιᾶς εὐκόλους ἀκοὰς ἔχοντας εἰς τὸτὸom. C. τὰς διαβολὰς προσίεσθαι; ἀλλʼ οὐχὶ σεαυτῷ σεαυτῷ μὴ ἀνεχομένῳ σεαυτοῦ μὴ ἀνεχομένου A, B; σεαυτὸν μὴ ἀνεχόμενον F. μὴ ἀνεχομένῳ ἀποστῆναι τῆς πρὸς τὴν γυναῖκα συνηθείας; ἔκβαλλεἔκβαλε A, C, D, F. τοίνυν αὐτὴν ἀπὸ τοῦ οἴκου σου, καὶ κατάστησον αὐτὴν ἐν μοναστηρίῳ. ἔστω ἐκείνη μετὰ παρθένων, καὶ σὺ ὑπηρετοῦ ὑπʼ ἀνδρῶν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ δι’ ὑμᾶςἡμᾶς C, D. βλασφημῆται. ἕως δʼ ἂν ταῦτα ποιῇς,ποιήσας B. αἱ μυριάδες, ἅσπερἅσπερ MSS., ἅπερ editi. συγγράφεις διὰ τῶν ἐπιστολῶν, οὐδὲν ὠφελήσουσί σε, ἀλλὰ τελευτήσεις ἀργῶν, καὶ δώσεις τῷ Κυρίῳ λόγον τῆς σεαυτοῦἑαυτοῦ E. ἀργίας. ἐὰν δὲ τολμήσῃς, μὴ διορθωσάμενος σεαυτόν, ἀντέχεσθαι τῆς ἱερωσύνης, ἀνάθεμα ἔσῃ παντὶ τῷ λαῷ, καὶ οἱ δεχόμενοί σε ἐκκήρυκτοι κατὰ πᾶσαν Ἐκκλησίαν γενήσονται.
Περγαμίῳ.Περγάμῳ Cod. Med.
56
εἰμὶ μὲν φύσει εὔκολος πρὸς τὴν λήθην, ἐπεγένετο δέ μοι καὶ τὸ τῶν ἀσχολιῶν πλῆθος, ἐπιτεῖνον τὴν ἐκ φύσεως ἀῤῥωστίαν. ὥστε εἰ καὶκαὶ εἰ A, B, C, D. μὴ μέμνημαι δεξάμενος γράμματα τῆς εὐγενείας σου, πείθομαι ἐπεσταλκέναι σε ἡμῖν, οὐ γὰρ ἂν πάντως ψεῦδος εἰπεῖν σε. τοῦ δὲ μὴ ἀντιφθέγξασθαι οὐκ ἐγὼ αἴτιος, ἀλλʼ ὁ μὴ ἀπαιτήσας τὰς ἀποκρίσεις. νυνὶ δὲ ἥκει σοι τὰ γράμματα ταῦτα, ὑπέρ τε τῶν φθασάντων ἀπολογίαν πληροῦντα καὶ ἀρχὴν διδόντα προσηγορίας δευτέρας. ὥστε ἐπειδὰν ἐπιστέλλῃς ἡμῖν, μὴ ὡς ἄρξας δευτέρας περιόδου γραμμάτων διανοοῦ, ἀλλʼ ὡς ἀποπληρώσας ἐπὶ τοῖς παροῦσι τὰ ὀφειλόμενα. καὶ γὰρ εἰκαὶ γὰρ εἰ καὶ γὰρ καὶ εἰ (fr. h( alia m.) F. καὶ ἀντίδοσις προαγόντων ἐστὶ τὰ ἡμέτερα, ἀλλὰ τῷ πλέον ἢ διπλάσιον ὑπερβάλλειν κατὰ τὸ μέτρον ἑκατέρανἑκατέρων A, B, C, D, F ̔ω fr. a). τὴν τάξιν ἀποπληρώσει. ὁρᾷς ὁποῖα σοφίζεσθαι ἡμᾶς ἡ ἀρίαἀργεία F. καταναγκάζει;