59
Ἐσιώπησα. μὴ καὶ ἀεὶ σιωπήσομαι, καὶ ἀνέξομαι ἐπὶ πλεῖον τὴν δυσφορωτάτην ζημίαν τῆς σιωπῆς κυρῶσαι κατʼ ἐμαυτοῦPaulo post Harl. τὰ αὐτὰ τῷ προφήτῃ. μήτε αὐτὸς ἐπιστέλλων, μήτε ἀκούων προσφθεγγομένου; ἐγὼ μὲν γὰρ μέχρι τοῦ παρόντος ἐγκαρτερήσας τῷ σκυθρωπῷ τούτῳ δόγματι, ἡγοῦμαι πρέπειν κἀμοὶ τὰ τοῦ προφήτου λέγειν· ὅτι Ἐκαρτέρησα ὡς ἡ τίκτουσα, ἀεὶ μὲν ἐπιθυμῶν ἢ συντυχίας ἢ λόγων,λόγου E. ἀεὶ δὲ ἀποτυγχάνων διὰ τὰς ἁμαρτίας τὰς ἐμαυτοῦ. οὐ γὰρ δὴ ἄλλην τινὰ αἰτίαν ἔχω τοῖς γινομένοις ἐπινοεῖν,εἰπεῖν duo MSS. πλήν γε δὴ τοῦ πεπεῖσθαι παλαιῶν ἁμαρτημάτων ἐκτιννύειν δίκας, ἐν τῷ χωρισμῷ τῆς ἀγάπης σου· εἰ δὴ καὶ ὀνομάζειν χωρισμὸν ὅσιον ἐπὶ σοῦ καὶ οὑτινοσοῦν τῶν τυχόντων, μὴ ὅτι γε ἡμῶν, οἷς ἐξ ἀρχῆς ἐν πατρὸς γέγονας χώρᾳ.
59
Ἀλλʼ ἡ ἁμαρτία μου νῦν, οἷα νεφέλη βαθεῖά τις ἐπισχοῦσα, πάντων ἐκείνων ἄγνοιαν ἐνεποίησεν. ὅταν γὰρ ἀπίδω, πλὴν τοῦ ἐμοὶ λύπην τὸ γινόμενον φέρειν, μηδὲν ἕτερον ἐξ αὐτοῦ κατορθούμενον,κατορθούμενον, πῶς οὐχί κατορθούμενος, πῶς οὐκ editi antiqi. πῶς οὐχὶ εἰκότως ταῖς ἐμαυτοῦ κακίαις ἀνατίθημι τὰ παρόντα; ἀλλʼ εἴτε ἁμαρτίαι τῶν συμβάντων αἰτίαι, τοῦτό μοι πέρας ἔστω τῶν δυσχερῶν· εἴτε τιτό add. editi; om. E. οἰκονομούμενον ἦν, ἐξεπληρώθη πάντως τὸ σπουδαζόμενον. οὐ γὰρ ὀλίγος ὁ τῆς ζημίας χρόνος. διό, μηκέτι στέγων, πρῶτος ἔρρηξα φωνήν, παρακαλῶν ἡμῶν τε αὐτῶν ἀναμνησθῆναι καὶ σεαυτοῦ, ὃς πλέον ἢ κατὰ τὸ τῆς συγγενείας εἰκὸς παρὰ πάντα τὸν βίον τὴν κηδεμονίαν ἡμῶν ἐπεδείξω, καὶ τὴν πόλιν νῦν ἡμῶν ἕνεκεν ἀγαπᾷν, ἀλλὰ μὴ δι’ ἡμᾶς ἀλλοτριοῦν σαυτὸν τῆς πόλεως.