5
Ἐὰν μέντοι θελήσωμεν τὸ τοῦ Θεοῦ δῶρον ὃ ἐναπέθετο ἐνἐν om. Ed. Ben.; non tamen A, B, C, D. ταῖς καρδίαις ἡμῶν προενεγκεῖν νῦν· τὸν λογισμὸν λέγω τὸν σώφρονα, ὃς καὶ ἐν ταῖς εὐημερίαις μέτρα οἶδε ταῖς ψυχαῖς ἡμῶν ὁρίζειν, καὶ ἐν ταῖς κατηφεστέραις περιστάσεσιν εἰς ὑπόμνησιν ἄγειν τῶν ἀνθρωπίνων καὶ ὑποβάλλειν ἡμῖν ἅ τε εἴδομεν, ἅ τε ἠκούσαμεν, ὅτι γέμει ὁ βίος τῶν τοιούτων παθῶν, καὶ πολλὰ τῶν ἀνθρωπίνων συμφορῶν ἐστὶ τὰ ὑποδείγματα, καὶ ἐπὶ πᾶσιν, ὅτι πρόσταγμα Θεοῦ ἐστὶ τὸ μὴ λυπεῖσθαι ἐπὶ τοῖς κεκοιμημένοις τοὺς εἰς Χριστὸν πεπιστευκότας, διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως, καὶ ὅτι τῆς μεγάλης ὑπομονῆς μεγάλοι παρὰ τῷ ἀθλοθέτῃ στέφανοι δόξης ἀπόκεινται· ἐὰν ἐπιτρέψωμεν τῷ λογισμῷ ταῦτα ἡμῖν κατεπᾴδειν, τάχα ἂν εὕροιμέν τινα μετρίαν τοῦ κακοῦ λύσιν. διὸ παρακαλῶ σε ὡς γενναῖον ἀγωνιστὴν στῆναι πρὸς τὸ μέγεθος τῆς πληγῆς, καὶ μὴ ὑποπεσεῖν τῷ βάρει τῆς λύπης, μηδὲ καταποθῆναι τὴν ψυχήν, ἐκεῖνο πεπεισμένον, ὅτι κἂν οἱ λόγοι τῶν παρὰ Θεοῦ οἰκονομουμένων διαφεύγωσιν ἡμᾶς, ἀλλὰ πάντως γε τὸ παρὰ τοῦ σοφοῦ καὶ ἀγαπῶντος ἡμᾶς οἰκονομηθὲν ἀποδεκτόν ἐστι, κἂν ἐπίπονον ᾖ. αὐτὸς γὰρ οἶδε πῶς ἑκάστῳ διατίθησι τὸ συμφέρον καὶ διὰ τί ἄνισα τίθησιντίθησινom. C, D. ἡμῖν τοῦ βίου τὰ πέρατα. ἔστι γάρ τις αἰτία ἀνθρώποις ἀκατάληπτος, δι’ ἣν οἱ μὲν θᾶττον ἐντεῦθεν ἀπάγονται, οἱ δὲ ἐπὶ πλεῖον προσταλαιπωρεῖν τῷ ὀδυνηρῷ τούτῳ βίῳ καταλιμπάνονται.