59
Ἃ δʼ ἂν ὑπὲρ ἑαυτῶν αἱ ἐκκλησίαι εἴποιεν, οὐκ εἰς καλὸν τῆς διαστάσεως ἡμῶν ἀπολαύουσαι, βέλτιον μὲνμε E. σιωπᾷν. οὐ γὰρ ἵνα λυπήσω τοῖς λόγοις κέχρημαι τούτοις,τούτοις add. E; om. editi. ἀλλʼ ἵνα παύσω τὰ λυπηρά. τὴν δὲ σὴν σύνεσιν πάντως οὐδὲν διαπέφευγεν· ἀλλὰ πολλῷ μείζω καὶ τελειότερα ὧν ἡμεῖς νοοῦμεν αὐτὸς ἂν ἐξεύροις τῇ διανοίᾳ, καὶ ἄλλοις εἴποις, ὅς γεὅς γε ὥστε E. καὶ εἶδες πρὸ ἡμῶν τὰς βλάβας τῶν ἐκκλησιῶντὰς βλάβας τῶν ἐκκλησιῶν τῶν ἐκκλησιῶν τὴν ζημίαν alii MSS. καὶ λυπῇ μᾶλλον ἡμῶν πάλαι δεδιδαγμένοςπροδεδιδαγμένος editi antiqi. παρὰ τοῦ Κυρίου μηδενὸς τῶν ἐλαχίστων καταφρονεῖν. νυνὶ δὲ ἡ βλάβη οὐκ εἰς ἕνα ἢ δεύτερον περιορίζεται, ἀλλὰ πόλεις ὅλαι καὶ δῆμοι τῶν ἡμετέρων παραπολαύουσι συμφορῶν. τὴν γὰρ ἐπὶ τῆς ὑπερορίας φήμην τί χρὴ καὶ λέγειν ὁποία τις ἔσται περὶ ἡμῶν; πρέπει οὖν ἂνἂνom. E. τῇ σῇ μεγαλοψυχίᾳ τὸ μὲν φιλόνεικον ἑτέροις παραχωρεῖν· μᾶλλον δὲ κἀκείνων ἐξελεῖν τῆς ψυχῆς, εἴπερ οἷόν τε· αὐτὸν δὲ δι’ ἀνεξικακίας νικῆσαι τὰ λυπηρά. τὸ μὲν γὰρ ἀμύνεσθαι παντός ἐστι τοῦ ὀργιζομένου, τὸ δὲ καὶ αὐτῆς τῆς ὀργῆς ὑψηλότερον εἶναι, τοῦτο δὴ μόνου σοῦ, καὶ εἴ τίς σοι τὴν ἀρετὴν παραπλήσιος. ἐκεῖνο δὲ οὐκ ἐρῶ, ὅτι ὁ ἡμῖν χαλεπαίνων εἰς τοὺς μηδὲν ἀδικήσαντας τὴν ὀργὴν ἐπαφίησιν.
59
Εἴτε οὖν παρουσίᾳ, εἴτε γράμματι, εἴτε κλήσει τῇ πρὸς ἑαυτόν, εἴτε ᾧπερ ἂν ἐθέλοις τρόπῳ, παραμύθησαι ἡμῶν τὴν ψυχήν.παραμύθησαι ἡμῶν τὴν ψυχήν παραμυθῆσαι ἡμῶν τὴν ψυχήν καταξίωσον editi antiqi, Harl. ἡμῖν μὲν γὰρ εὐχὴ ἐπὶ τῆς Ἐκκλησίας φανῆναι τὴν θεοσέβειάν σου, καὶ ἡμᾶς τε ὁμοῦ καὶ τὸν λαὸν θεραπεῦσαι αὐτῇ τε τῇ ὄψει καὶ τοῖς λόγοις τῆς χάριτός σου. ἐὰν μὲν οὖν τοῦτο ᾖ δυνατόν, τοῦτο κράτιστον· ἐὰν δέ τι ἕτερον δόξῃ, κἀκεῖνο δεξόμεθα. μόνον παγίως γνωρίσαι ἡμῖν τὸ παριστάμενον τῇ φρονήσει σου παρακλήθητι.
Γρηγορίῳ θείῳ