63
Τὸν σοφὸν ἄνδρα, κἂν ἑκὰς ναίῃ χθονός, κἂν μήποτʼ αὐτὸν ὄσσοις προσίδω, κρίνω φίλον· Εὐριπίδου ἐστὶ τοῦ τραγικοῦ λόγος. ὥστε, εἰ, μήπω τῆς κατʼ ὀφθαλμοὺς ἡμῖν συντυχίας τὴν γνῶσίν σου τῆς μεγαλοφυΐας χαρισαμένης, φαμὲν εἶναι φίλοι σου καὶ συνήθεις, μὴ κολακείαν εἶναιεἶναιom. E. τὸν λόγον κρίνῃς. ἔχομεν γὰρ φήμην πρόξενον τῆς φιλίας, μεγαλοφώνως τὰ σὰ πᾶσιντὰ σὰ πᾶσιν ἅπασιν E. ἀνθρώποις συμβοῶσαν. ἀφʼ οὗ μέντοι καὶ τῷ αἰδεσιμωτάτῳ ἘλπιδίῳἙλλαδίῳ E, Harl. συνετύχομεν, τοσοῦτόν σε ἐγνωρίσαμεν, καὶ οὕτω κατʼ ἄκρας ἑαλώκαμέν σου, ὡσανεὶ πολὺν χρόνον συγγεγονότες, καὶ διὰ μακρᾶς τῆς πείρας τῶν ἐν σοὶ καλῶν τὴν γνῶσιν ἔχοντες. οὐ γὰρ ἐπαύσατο ὁ ἀνὴρ ἕκαστα ἡμῖν τῶν περὶ σὲ διηγούμενος, το μεγαλοπρεπὲς τῆς ψυχῆς, τοῦ φρονήματος τὸ ἀνάστημα, τῶν τρόπων τὴν ἡμερότητα, ἐμπειρίαν πραγμάτων, σύνεσιν γνώμης, σεμνότητα βίου φαιδρότητιφαιδρότητα E. κεκραμένην, λόγου δύναμιν, τἄλλα ὅσα αὐτὸς μὲν διὰ πολλῆς τῆς πρὸς ἡμᾶς ὁμιλίας ἀπηριθμήσατο, ἡμῖν δὲ γράφειν οὐκ ἦν δυνατόν, ἵνα μὴ ἔξω τοῦ μέτρου τὴν ἐπιστολὴν προαγάγωμεν. πῶς οὖν οὐκ ἔμελλον ἀγαπᾷν τὸν τοιοῦτον; πῶς γοῦν ἠδυνάμην ἐμαυτοῦ κρατῆσαι, πρὸς τὸ μὴ οὐχὶ καὶ ἐκβοῶν τὸ τῆς ψυχῆς ἐμαυτοῦ πάθος διασημαίνειν;
63
Δέχου τοίνυν τὴν προσηγορίαν, ὦ θαυμάσιε, ἐκ φιλίας ἀληθινῆς καὶ ἀδόλου σοι προσαγομένην· πόρρω γὰρ θωπείας δουλοπρεποῦς τὰ ἡμέτερα· καὶ ἔχε ἡμᾶς τῷ καταλόγῳ τῶν σεαυτοῦ φίλων ἐναριθμίους, γράμμασι συνεχέσι σαυτόν τε δεικνὺς καὶ παραμυθούμενος τὴν ἀπόλειψιν.
Ἡσυχίῳ