65
Παρακαλῶ οὖν, ἔκβαλε τῆς σεαυτοῦ ψυχῆς τὸ οἴεσθαι μηδενὸς ἑτέρου εἰς κοινωνίαν προσδεῖσθαι. οὐ γὰρ κατὰ ἀγάπην περιπατοῦντος οὐδὲ πληροῦντός ἐστι τὴν ἐντολὴντὸν νόμον editi antiqi. τοῦ Χριστοῦ τῆς πρὸς τοὺς ἀδελφοὺς συναφείας ἑαυτὸν ἀποτέμνειν. ἅμα δὲ κἀκεῖνο λογίζεσθαι τὴν ἀγαθήν σου προαίρεσιν βούλομαι, ὅτι τὸ τοῦ πολέμου κακὸν κύκλῳ περιιὸν καὶ πρὸς ἡμᾶς εἰσέλθοι ποτέ, κἂν μετὰ τῶν ἄλλων καὶ ἡμεῖς τῆς ἐπηρείας παραπολαύσωμεν, οὐδὲ τοῦς συναλγοῦντας εὑρήσομεν, διὰ τὸ ἐν καιρῷ τῆς εὐθυμίαςεὐθηνίας editi antiqi. ἡμῶν μὴ προκαταβαλέσθαι τοῖς ἠδικημένοις τὸν τῆς συμπαθείας ἔρανον.
Ἀθανασίῳ, ἐπισκόπῳ Ἀλεξανδρείας
66
Οὐδένα τοσοῦτον ἡγοῦμαι λυπεῖν τὴν παροῦσαν τῶν ἐκκλησιῶν κατάστασιν, μᾶλλον δὲ σύγχυσιν, εἰπεῖν ἀληθέστερον, ὅσον τὴν σὴν τιμιότητα· συγκρίνοντα μὲν τοῖς ἀρχαίοις τανῦν, καὶ παρὰ πόσον ταῦτα ἐκείνων ἐξήλλακται λογιζόμενον, καὶ ὅτι εἰ κατὰ τὴν αὐτὴν ὁρμὴν ὑπορρέοι ἐπὶ τὸ χεῖρον τὰ πράγματα, οὐδὲν ἔσταιἔστι E. τὸ κωλῦον, εἴσω ὀλίγου χρόνου πρὸς ἄλλο τι σχῆμα παντελῶς μεθαρμοσθῆναι τὰς ἐκκλησίας. ταῦτα πολλάκις ἐπʼ ἐμαυτοῦ γενόμενος διενοήθην, ὅτι εἰ ἡμῖν οὕτως ἐλεεινὴ τῶν ἐκκλησιῶν ἡ παρατροπὴ καταφαίνεται, ποίαν τινὰ εἰκὸς ἐπὶ τούτοις ψυχὴν ἔχειν τὸν τῆς ἀρχαίας εὐσταθείας καὶ ὁμονοίας περὶ τὴν πίστιν τῶν ἐκκλησιῶν τοῦ ΚυρίουΘεοῦ editi antiqi. πεπειραμένον; ἀλλʼ ὥσπερ τὸ πολὺ τῆς λύπης τὴν σὴν τελειότητα περιίσταται, οὕτως ἡγούμεθα προσήκειν καὶ τῆς ὑπὲρ τῶν ἐκκλησιῶν μερίμνης τὸ πλέον τῇ σῇ διαφέρειν φρονήσει. πάλαι οἶδα καὶ αὐτός, κατὰ τὴν ἐνυπάρχουσάν μοι μετρίως τῶν πραγμάτων κατάληψιν, μίαν ἐπιγνοὺς ὁδὸν βοηθείας ταῖς καθʼ ἡμᾶς ἐκκλησίαις, τὴν παρὰ τῶν δυτικῶν ἐπισκόπων σύμπνοιαν. εἰ γὰρ βουληθεῖεν, ὃν ἀνέλαβον ὑπὲρ ἑνὸς ἢ δύο τῶν κατὰ τὴν δύσιν ἐπὶ κακοδοξίᾳ φωραθέντων ζῆλον, τοῦτον καὶ ὑπὲρ τῆς παροικίας τῶν καθʼ ἡμᾶς μερῶν ἐπιδείξασθαι, τάχα ἄν τι γένοιτο τοῖς κοινοῖς ὄφελος, τῶν τε κρατούντων τὸ ἀξιόπιστον τοῦ πλήθους δυσωπουμένων, καὶ τῶν ἑκασταχοῦ λαῶν ἀκολουθούντων αὐτοῖς ἀναντιρρήτως.