66
Τίς οὖν ταῦτα διαπράξασθαι τῆς σῆς συνέσεως δυνατώτερος; τίς συνιδεῖν τὸ δέον ὀξύτερος; τίς ἐνεργῆσαι τὰ χρήσιμα πρακτικώτερος; τίς πρὸς τὴν καταπόνησιν τῶν ἀδελφῶν συμπαθέστερος; τίς τῆς σεμνοτάτης σου πολιᾶςπολιτείας tres MSS. et Medicaeus sec. man. πάσῃ τῇ δύσει αἰδεσιμώτερος;αἰδεσιμώτατος E. κατάλιπέ τι μνημόσυνον τῷ βίῳ τῆς σῆς ἐπάξιον πολιτείας, τιμιώτατε πάτερ. τοὺς μυρίους ἐκείνους ὑπὲρ τῆς εὐσεβείας ἄθλους ἑνὶ τούτῳ κατακόσμησονκατάστησον editi antiqi. ἔργῳ. ἔκπεμψόν τινας ἐκ τῆς ἁγίας τῆς ὑπὸ σὲ ἐκκλησίας ἄνδρας δυνατοὺς ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ πρὸς τοὺς κατὰ τὴν δύσιν ἐπισκόπους· διήγησαι αὐτοῖς τὰς κατασχούσας ἡμᾶς συμφοράς· ὑπόθου τρόπον ἀντιλήψεως· γενοῦ Σαμουὴλ ταῖς ἐκκλησίαις· πολεμουμένοις τοῖς λαοῖς συγκακοπάθησον· ἀνένεγκε εἰρηνικὰς προσευχάς· αἴτησον χάριν παρὰ τοῦ Κυρίου, εἰρήνης τι μνημόσυνον ἐναφεῖναιἐναφεθῆναι editi antiqi. ταῖς ἐκκλησίαις. οἶδα ὅτι ἀσθενεῖς αἱ ἐπιστολαὶ πρὸς συμβουλὴν τοῦ τοσούτου πράγματος. ἀλλʼ οὔτε αὐτὸς τῆς παρʼ ἑτέρων παρακλήσεως χρῄζεις, οὐ μᾶλλόν γε ἢ τῶν ἀγωνιστῶν οἱ γενναιότατοι τῆς παρὰ τῶν παίδων ὑποφωνήσεως· οὔτε ἡμεῖς ἀγνοοῦντα διδάσκομεν, ἀλλʼ ἐσπουδακότι τὴν ὁρμὴν ἐπιτείνομεν.