66
Πρὸς μὲν οὖν τὰ λοιπὰ τῆς ἀνατολῆς ἴσως σοι καὶ πλειόνων συνεργίας προσδεῖ, καὶ ἀνάγκη ἀναμένειν τοὺς ἐκ τῆς δύσεως. ἡ μέντοι τῆς κατὰ τὴν Ἀντιόχειαν ἐκκλησίας εὐταξία προδήλως τῆς σῆς ἤρτηται θεοσεβείας· ὥστε τοὺς μὲν οἰκονομῆσαι, τοὺς δὲ καθησυχάσαι, ἀποδοῦναι δὲ τὴν ἰσχὺν τῇ ἐκκλησίᾳ διὰ τῆς συμφωνίας. καὶ γὰρ ὅτι ὀφείλεις, κατὰ τοὺς σοφωτάτους τῶν ἰατρῶν, τῆς ἐπιμελείας ἐκ τῶν καιριωτάτων ἄρχεσθαι, παντὸς ἀκριβέστερον αὐτὸς ἐπίστασαι. τί δʼ ἂν γένοιτο ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις τῆς Ἀντιοχείας ἐπικαιριώτερον;ἔτι καιριώτερον alii mss. καιριώτερον editi antiqi. ἣν εἰ συνέβη πρὸς ὁμόνοιαν ἐπανελθεῖν, οὐδὲν ἐκώλυεν, ὥσπερὡσπερεί E. κεφαλὴν ἐρρωμένην, παντὶ τῷ σώματι ἐπιχορηγεῖν τὴν ὑγίειαν. τῷ ὄντι δὲ τῆς σῆς δεῖται σοφίας καὶ εὐαγγελικῆς συμπαθείας τὰ ἐκείνης τῆς πόλεως ἀρρωστήματα· ἥ γε οὐχ ὑπὸ τῶν αἱρετικῶν διατέτμηται μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν τὰ αὐτὰ φρονεῖν ἀλλήλοις λεγόντων διασπᾶται. ταῦτα δὲ ἑνῶσαι καὶ εἰς ἑνὸςμίαν E. σώματος συναγαγεῖν ἁρμονίαν ἐκείνου μόνου ἐστί, τοῦ καὶ τοῖς ξηροῖς ὀστέοις τὴν εἰς νεῦρα καὶ σάρκα πάλιν ἐπάνοδον τῇ ἀφάτῳ αὐτοῦ δυνάμει χαριζομένου. πάντως δὲ τὰ μεγάλα ὁὁom. E. Κύριος διὰ τῶν ἀξίων αὐτοῦ ἐνεργεῖ. πάλιν οὖν καὶ ἐνταῦθα τῇ σῇ μεγαλοφυΐᾳ πρέπειν τὴν τῶν τηλικούτων διακονίαν ἐλπίζομεν, ὥστε καταστορέσαι μὲν τοῦ λαοῦ τὸν τάραχον, παῦσαι δὲ τὰς μερικὰς προστασίας, ὑποτάξαι δὲ πάντας ἀλλήλοις ἐν ἀγάπῃ, καὶ τὴν ἀρχαίαν ἰσχὺν ἀποδοῦναι τῇ Ἐκκλησίᾳ.
Ἀθανασίῳ, ἐπισκόπῳ Ἀλεξανδρείας