5
Ὥστε ἐπὶ πᾶσι προσκυνεῖν αὐτοῦ τὴν φιλανθρωπίαν ὀφείλομεν καὶ μὴ δυσχεραίνειν, μεμνημένοι τῆς μεγάλης ἐκείνης καὶ ἀοιδίμου φωνῆς ἣν ὁ μέγας ἀθλητὴς Ἰὼβ ἀνεφθέγξατο, ἐπὶ μιᾶς τραπέζης ἰδὼν δέκα παῖδας ἐν βραχείᾳ καιροῦ ῥοπῇ συντριβέντας· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. ἡμέτερον ποιησώμεθα τὸ θαῦμα τοῦτο· ἴσος ὁ μισθὸς παρὰ τοῦ δικαίου κριτοῦ τοῖς τὰ ἴσα ἐπιδεικνυμένοις ἀνδραγαθήματα. οὐκ ἀπεστερήθημεν τοῦ παιδός, ἀλλʼ ἀπεδώκαμεν τῷ χρήσαντι· οὐδὲ ἠφανίσθη αὐτοῦ ἡ ζωή, ἀλλʼ ἐπὶ τὸ βέλτιον διημείφθη· οὐ γῆ κατέκρυψε τὸν ἀγαπητὸν ἡμῶν, ἀλλʼ οὐρανὸς ὑπεδέξατο. μικρὸν ἀναμείνωμεν, καὶ συνεσόμεθα τῷ ποθουμένῳ. οὐδὲ πολὺς ὁ χρόνος τῆς διαστάσεως, πάντων ὥσπερ ἐν ὁδῷ τῷ βίῳ τούτῳ πρὸς τὸ αὐτὸ καταγώγιον ἐπειγομένων· ἐν ᾧ ὁ μὲν προκατέλυσεν, ὁ δὲ ἐπῆλθεν, ὁ δὲ ἐπείγεται,τῷ ποθουμένῳ... ἐπείγεταιom. B; οὐδὲ πολὺς . . . ὑποδέξεται τέλοςom. C, D. πάντας δὲ ἓν ὑποδέξεται τέλος. εἰ γὰρ καὶ θᾶττον τὴν ὁδὸν προκατέλυσεν, ἀλλὰ πάντες τὴν αὐτὴν πορευσόμεθα καὶ πάντας τὸ αὐτὸ ἀναμένει κατάλυμα. μόνον γένοιτο ἡμᾶς δι’ ἀρετῆς τῇ καθαρότητι ἐκείνου ὁμοιωθῆναι, ἵνα διὰ τὸ ἄδολον τοῦ ἤθους τῆς αὐτῆς τοῖς ἐν Χριστῷ νηπίοις ἀναπαύσεως ἐπιτύχωμεν.τύχωμεν A, B, C, D.
Πρὸς τὴν ὁμόζυγονὁμόζυγα E, F. Νεκταρίου παραμυθητική.ἐπὶ τῷ παιδί add. F.