69
Ἣν ἐκ παλαιοῦἔκπαλαι tres MSS. recentiores. περὶ τῆς σῆς τιμιότητος ὑπόληψιν ἔσχομεν, ταύτην ὁ χρόνος προϊὼν ἀεὶ βεβαιοῖ· μᾶλλον δὲ καὶ συναύξει ταῖς προσθήκαις τῶν κατὰ μέρος ἐπιγινομένων. ὅτι τῶν μὲν ἄλλων τοῖς πλείστοις ἐξαρκεῖ τὸ καθʼ ἑαυτὸν ἕκαστον περισκοπεῖν, σοὶ δὲ οὐχ ἱκανὸν τοῦτο, ἀλλʼ ἡ μέριμνά σοι πασῶν τῶν ἐκκλησιῶν τοσαύτη, ὅση καὶ τῆς ἰδίως παρὰ τοῦ κοινοῦ Δεσπότου ἡμῶν ἐμπιστευθείσης ἐπίκειται· ὅς γε οὐδένα χρόνον διαλείπεις διαλεγόμενος, νουθετῶν, ἐπιστέλλων, ἐκπέμπων τινὰς ἑκάστοτε τοὺς ὑποτιθεμένους τὰ βέλτιστα. καὶ νῦν δὲ ἀπὸ τοῦ ἱεροῦ πληρώματος τοῦ ὑπὸ σὲ κλήρου τὸν αἰδεσιμώτατον ἀδελφὸν Πέτρον ἐκπεμφθέντα μετὰ πολλῆς χαρᾶς ἐδεξάμεθα, καὶ τὸν ἀγαθὸν αὐτοῦαὐτοῦom. E. τῆς ἀποδημίας σκοπὸνκόπον E. ἀπεδεξάμεθα, ὃν ἐπιδείκνυται κατʼ ἐντολὰς τῆς σῆς τιμιότητος, τὰ ἀντιτείνοντα προσαγόμενος, καὶ τὰ διεσπασμένα συνάπτων. ὅθεν τι καὶ ἡμεῖς συμβαλέσθαι τῇ περὶ τοῦτο σπουδῇ βουληθέντες, ἐνομίσαμεν ἐπιτηδειοτάτην ἀρχὴν τοῖς πράγμασι δώσειν, εἰ, ὥσπερ ἐπὶ κορυφὴν τῶν ὅλων, ἐπὶἐπὶ add. Capps. τὴν σὴν ἀναδράμοιμεν τελειότητα, καὶ σοὶ συμβούλῳ τε χρησαίμεθα καὶ ἡγεμόνι τῶν πράξεων. ὅθεν καὶ τὸν ἀδελφὸν Δωρόθεον, τὸν διάκονον τῆς ὑπὸ τὸν τιμιώτατον ἐπίσκοπον Μελέτιον ἐκκλησίας, ἀγαθῷ κεχρημένον περὶ τὴν τῆς πίστεως ὀρθότητα ζήλῳ, καὶ ἐπιθυμοῦντα καὶ αὐτὸν τὴν εἰρήνην τῶν ἐκκλησιῶν ἐπιδεῖν, πρὸς τὴν σὴν θεοσέβειαν ἀνεπέμψαμεν,ἀνεπέμψαμεν Capps, ἀναπέμψαι MSS. ὥστε, ταῖς σαῖς ὑποθήκαις ἀκολουθοῦντα (ἃς καὶ τῷ χρόνῳ καὶ τῇ τῶν πραγμάτων πείρᾳ, καὶ τῷ ὑπὲρ τοὺς ἄλλους ἔχειν τὴν ἐκ τοῦ Πνεύματος συμβουλίαν, ἀσφαλεστέρας ποιεῖσθαι δύνασαι), οὕτως ἐγχειρεῖν τοῖς σπουδαζομένοις.