69
Ἐκεῖνο δὲ καὶ πρὸ τῶν ἡμετέρωνεἰρημένων editi antiqi. λόγων συνιεῖς τε αὐτὸς καὶ φροντιεῖς δηλονότι, ὅπως ἐπιστάντες, ἐὰν ὁ Θεὸς θέλῃ, μὴ ἐναφῶσι ταῖς ἐκκλησίαιςτὰς ἐκκλησίας E. τὰ σχίσματα, ἀλλὰ τοὺς τὰ αὐτὰ φρονοῦντας παντὶ τρόπῳ εἰς ἕνωσιν συνελάσωσι, κἄν τινας ἰδίας τῶν πρὸς ἀλλήλους διαφορῶν ἀφορμὰς εὕρωσιντύχωσιν Vat. Cod. ac Reg. secund. et Coisl. sec. ἔχοντας, ὑπὲρ τοῦ μὴ τὸν ὀρθοδοξοῦντα λαὸν εἰς πολλὰ κατατέμνεσθαι μέρη τοῖς προεστῶσι συναφιστάμενον. πάντα γὰρ δεῖ σπουδάσαι δεύτερα ἡγήσασθαι τῆς εἰρήνης, καὶ πρὸ πάντων τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας ἐπιμεληθῆναι, ὡς μὴ ἀσθενεῖν ἐν αὐτῇ τὴν ὀρθὴν μερίδα περὶ τὰ πρόσωπα σχιζομένην. μᾶλλον δέ, τούτων ἁπάντων καὶ αὐτὸς εἰς ὕστερον ἐπιμελήσῃ, ἐπειδάν, ὅπερ εὐχόμεθα, Θεοῦ συνεργοῦντός σοι, πάντας λάβῃς τὰ τῆς καταστάσεως τῶν ἐκκλησιῶν ἐπιτρέποντας.
Ἀνεπίγραφος περὶ συνόδου