73
Ηὐχαρίστησα τῷ Θεῷτῷ ἁγίῳ add. editi antiqi. τοῖς γράμμασιν ἐντυχὼν τῆς εὐγενείας σου· πρῶτον μέν, ὅτι ἀνδρὸς τιμᾷν ἡμᾶς προαιρουμένου ἀφίκετό μοι προσηγορία· καὶ γὰρ πολλοῦ μὲνμένom. E. ἀξίαν τιθέμεθα τῶν ἀρίστων ἀνδρῶν τὴν συντυχίαν· δεύτερον δὲ εἰς εὐφροσύνην, τὸ μνήμης ἀγαθῆς τυγχάνειν. σύμβολον δὲ μνήμης γράμματα, ἅπερ ἐπειδὴ ἐδεξάμην καὶ κατέμαθον τὸν ἐν αὐτοῖς νοῦν, ἐθαύμασα ὅπως τῷ ὄντι κατὰ τὴν πάντων ὑπόληψιν πατρικὴνἡμῖν add. E. editi antiqi. ἀπένειμεἀπένειμες editi antiqi. τὴν αἰδῶ. τὸ γὰρ φλεγμαίνοντα καὶ ὠργισμένον καὶ ὁρμήσαντα πρὸς τὴν τῶν λελυπηκότων ἄμυναν, παραλῦσαι μὲν τὸ πολὺ τῆς σφοδρότητος, ἡμᾶς δὲ τοῦ πράγματος κυρίους ποιήσασθαι, ἔδωκεν ἡμῖν εὐφρανθῆναι ὡςὡςom. E. ἐπὶ τέκνῳ πνευματικῷ. ἀντὶ οὖν τούτων τί ἄλλο λειπόμενόν ἐστιν ἢ εὔχεσθαί σοι τὰ ἀγαθά ; φίλοις μέν σε ἥδιστον εἶναι, ἐχθροῖς δὲ φοβερόν, πᾶσι δὲ ὁμοίως αἰδέσιμον, ἵνα καὶ οἱ τῶν προσηκόντων τι ἐλλελοιπότες, αἴσθησιν λαβόντες τῆς ἐν σοὶ πραότητος, ἑαυτῶν καθάψωνται, ὅτι εἰς τοιοῦτόντοσοῦτόν editi antiqi. σε ὄντα ἐξήμαρτον.