74
Ἐμὲ τί οἴει πόσου ποτʼ ἂν τιμήσασθαι τὸ εἰς ταὐτὸν ποθʼ ἡμᾶς ἀλλήλοις ἐλθεῖν καὶ ἐπὶ πλεῖον σοὶ συγγενέσθαι, ὥστε πάντων ἀπολαῦσαι τῶν ἐν σοὶ καλῶν ; καὶ γὰρ εἰ μέγα πρὸς μαρτυρίαν παιδεύσεως τὸ πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα, καὶ νόον γνῶναι, τοῦτο οἶμαι δι’ ὀλίγου χαρίζεσθαι τὴν σὴν ὁμιλίαν. τί γὰρ διαφέρει πολλοὺς ἰδεῖν κατὰ μέρος, ἢ ἕνα τὸντῶν editi antiqi. πάντων ὁμοῦ τὴν πεῖραν ἀναδεξάμενον ; μᾶλλον δὲ ἐγὼ καὶ πλεῖστον ἂν ἔχειν εἴποιμι τὸ διάφορον, ὅσα ἀταλαίπωρον τὴν γνῶσιν τῶν καλῶν προξενεῖ, καὶ καθαρὰν τῆς πρὸς τὸ χεῖρον ἐπιμιξίας συνάγει τὴν ἱστορίαν τῆς ἀρετῆς. εἴτε γὰρ πρᾶξις ἀρίστη, εἴτε λόγος μνήμης ἄξιος, εἴτε πολιτεῖαιπολιτεῖα E. ἀνδρῶν ὑπερπεφυκότων τοὺς ἄλλους, πάντα τῷ σῷ ταμιείῳ τῆς ψυχῆς ἐναπόκειται. ὥστε οὐκ εἰς ἐνιαυτὸν μόνον, ὡς ὁ ἈλκίνοοςἈλκίνους E, editi antiqi. τοῦ Ὀδυσσέως, ἀλλʼ εἰς πάντα μου τὸν βίον εὐξαίμην ἄν σου ἀκούειν, καὶ μακρὸν ἄν μοι γενέσθαι τούτου γε ἕνεκα τοῦτον, καὶ ταῦτα δυσκόλως πρὸς αὐτὸν διακείμενος. τί δήποτʼ οὖν ἐπιστέλλω νῦν, παρεῖναι δέον ; ὅτι μεκἀμέ E, MSS. Med. κάμνουσα ἡ πατρὶς ἐπείγει πρὸς ἑαυτήν. οἷα γὰρ πέπονθεν, οὐκ ἀγνοεῖς, ὦ ἄριστε· ὅτι Πενθέως τρόπον Μαινάδες ὄντως τινές, δαίμονες,Perhaps a marginal gloss. αὐτὴν διεσπάσαντο. διαιροῦσι γὰρ αὐτὴν καὶ ἐπιδιαιροῦσιν· ὥσπερ οἱ κακοὶ τῶν ἰατρῶν, χαλεπώτερα τὰ ἕλκη ποιοῦντες τῇ παρʼ ἑαυτῶν ἀπειρίᾳ. ἐπεὶ οὖν κέκμηκε κατατεμνομένη, λείπεται αὐτὴν θεραπεύειν, ὡς ἀρρωστοῦσαν. ἐπέστειλαν οὖνγ’ οὖν E. ἐπείγοντες ἡμᾶς οἱ πολῖται· καὶ ἀνάγκη ἀπαντᾷν, οὐχ ὥς τι ὄφελος ἐσομένους τοῖς πράγμασιν, ἀλλὰ τὴν ἐκ τῆς ἀπολείψεως μέμψιν ἐκκλίνοντας. οἶσθα γάρ, ὡς εὔκολοι μὲν ἐλπίσαι οἱ ἀμηχανοῦντες, εὔκολοι δέ που καὶ καταμέμψασθαι, ἐπὶ τὸ παρεθὲν ἀεὶ τρέποντες τὰς αἰτίας.