80
Ὅσον τῶν ἐκκλησιῶν τὰ ἀρρωστήματα ἐπὶ τὸ μεῖζον πρόεισι, τοσοῦτον πάντες ἐπὶ τὴν σὴν ἐπιστρεφόμεθα τελειότητα, μίαν ἑαυτοῖς ὑπολείπεσθαι τῶν δεινῶν παραμυθίαν τὴν σὴν προστασίαν πεπιστευκότες· ὃςὡς E, Med. καὶ τῇ δυνάμει τῶν προσευχῶν καὶ τῷτῷ τό E. εἰδέναι τὰ βέλτιστακαὶ τό add. E. τοῖς πράγμασιν ὑποτίθεσθαι, διασώσασθαι ἡμᾶς ἐκ τοῦ φοβεροῦ τούτου χειμῶνος παρὰ πάντων ὁμοίως τῶν καὶ κατὰ μικρὸν ἢ ἀκοῇ ἢ πείρᾳ γνωριζόντων τὴν τελειότητα σοῦ πιστεύῃ.πιστεύειν E. διὸ μὴ ἀνῇς καὶ προσευχόμενος ὑπὲρ τῶν ψυχῶν ἡμῶν καὶ διεγείρων ἡμᾶς τοῖς γράμμασιν· ὧν εἰ ᾔδεις ὁπόσον ἐστὶ τὸ ὠφέλιμον, οὐκ ἄν ποτε παραπεσοῦσάν σοι γραμμάτων ἀφορμὴν πρὸς ἡμᾶς ὑπερέβης. εἰ δὲ καταξιωθείημεν τῇ συνεργίᾳ τῶν προσευχῶν τοῦ ἰδεῖν σε καὶ ἀπολαῦσαι τῶν ἐν σοὶ ἀγαθῶν, καὶ προσθεῖναι τῇ ἱστορίᾳ τοῦ ἡμετέρου βίου τὴν συντυχίαν τῆς μεγάλης σου ὄντως καὶ ἀποστολικῆς ψυχῆς, πάντως ἂν ἑαυτοῖςαὐτοῖς editi antiqi. ἐλογισάμεθα, ὧν ἐθλίβημενἐθλίβομαι editi antiqi. ἐν πάσῃ τῇ ζωῇ ἡμῶν, ἀντίρροπον παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐσχηκέναι παραμυθίαν.
Ἰννοκεντίῳ ἐπισκόπῳῬώμης add. absurde Clarom.