81
Εἰ οὖν καὶ αὐτὸς τοιούτου χρῄζεις ἀνδρός, ἀλλὰ μὴ αὐτὸ τοῦτο νεωτέρουτοῦτο νεωτέρου αὐτονεωτέρου E. τινὸς ἐπιτηδείου μόνον πρὸς τὸ πέμπεσθαι καὶ τὰς βιωτικὰς ἐξανύειν χρείας, ταχύ μοι διὰ πρώτης ἀφορμῆς ἐπιστεῖλαι καταξίωσον, ἵνα πέμψω σοι τοῦτον τὸν ἄνδρα, ἐκλεκτὸν ὄντα τοῦτοῦom. E. Θεοῦ, καὶ τῷ πράγματιγράμματι E. ἐπιτήδειον, αἰδέσιμον τοῖς ἐντυγχάνουσι, καὶ ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους. ὃν ἠδυνάμην καὶ εὐθὺς ἐκπέμψαι· ἀλλʼ ἐπειδὴ αὐτὸς προλαβὼν ἐπεζήτησας ἄνθρωπον, τὰ μὲν ἄλλα καλὸν καὶ ἀγαπητὸν ἡμῖν, τοῦ δὲ προειρημένου ἀνδρὸς παραπολὺ ἀποδέοντα, ἠβουλήθην σοι φανερὰν γενέσθαικαταστῆσαι editi antiqi. τὴν ἐμαυτοῦ γνώμην ἵνʼ, εἰ χρῄζεις ἀνδρὸς τοιούτου,τηλικούτου E. ἢ ἐκπέμψῃς τινὰ τῶν ἀδελφῶν τὸν συμπαραληψόμενον αὐτὸν περὶ τὰς νηστείας, ἢ ἐπιστείλῃς ἡμῖν, ἐὰν μηδέναἐὰν μηδένα ἐάν τινα E. ἔχῃς τὸν δυνάμενον τῆς μέχρις ἡμῶν ὁδοιπορίας τὸν κάματον ὑποστῆναι.
Ἀθανασίῳ, ἐπισκόπῳ Ἀλεξανδρείας