84
Δι’ ἑτέρας δὲ ὁδοῦ πάλιν πῶς αὐτὸν ἔλαθες, ὦ θαυμάσιε, παραγαγὼν εἰς τὸ μέσον; τὸν γὰρ ὑϊδοῦνυἱὸν γοῦν editi antiqi. αὐτοῦ, οὔπω τέταρτον ἔτος ἀπὸ γενέσεως ἄγοντα, κελεύσας τοῦ βουλευτηρίου μετέχειν, τί ἄλλο καὶ οὐχὶ τὸν πρεσβύτην διὰ τοῦ ἐκγόνου πάλιν ἐξ ἀρχῆς παράγεις εἰς τὰ δημόσια; ἀλλὰ νῦν ἱκετεύομεν ἀμφοτέρων σε λαβεῖν τῶν ἡλικιῶν οἶκτον, καὶ ἀμφοτέρους ἀνεῖναι διὰ τὰ προσόντα ἑκατέρῳ ἐλεεινά. ὁ μὲν γὰρ οὐκ εἶδεοἶδε editi antiqi. γονέας, οὐδʼ ἐγνώρισε, ἀλλὰ δι’ ἀλλοτρίων χειρῶν εἰς τὸν βίον τοῦτον εἰσῆλθεν, εὐθὺςεὐθύςom. E. ἐκ σπαργάνωνἐπ’ add. E. ἀμφοτέρων ὀρφανισθείς· ὁ δὲ τοσοῦτον ἐταμιεύθη τῷ βίῳ, ὡς μηδὲν αὐτὸν εἶδος συμφορᾶς παρελθεῖν· ἐπεῖδε μὲν γὰρ υἱοῦ τελευτὴν ἄωρον· εἶδε δὲ οἶκον ἔρημον διαδόχων· ὄψεται δὲ νῦν, ἐὰν μή τι αὐτὸς ἄξιον τῆς σεαυτοῦ φιλανθρωπίας διανοηθῇς, τὴν παραμυθίαν τῆς ἀπαιδίας, ταύτην ἀφορμὴν αὐτῷ μυρίων γενησομένην κακῶν. οὐ γὰρ δήπου τὸ παιδίον εἰς βουλευτὰς συντελέσει, ἢ ἐκλέξει τὰς εἰσφοράς, ἢ στρατιώταις χορηγήσει τὸ σιτηρέσιον, ἀλλʼ ἀνάγκη πάλιν τοῦ ἀθλίου γέροντος τὴν πολιὰν καταισχύνεσθαι. δὸς οὖν χάριν καὶ τοῖς νόμοις ἀκόλουθον καὶ τῇ φύσει συμβαίνουσαν, τῷ μὲν προστάξας μέχρι τῆς τῶν ἀνδρῶν ἡλικίας συγχωρηθῆναι, τὸν δὲ ἐπὶ τῆς κλίνης ἀναμένειν τὸν θάνατον. πραγμάτων δὲ συνέχειαν καὶ τὸ τῆς ἀνάγκης ἀπαραίτητον ἄλλοι προβαλλέσθωσαν. οὐ γὰρ δὴ τοῦ σοῦ τρόπου ἢ κακῶς πράττοντας περιιδεῖν, ἢ νόμων ὀλιγωρῆσαι, ἢ φίλοις μὴ εἶξαι καθικετεύουσι, κἂν τὰ ἐξ ἀνθρώπων σε περιεστήκειπεριέστηκε editi antiqi. πράγματα.
Περὶ τοῦ μὴ δεῖν ὁρκοῦνὥστε παύσασθαι τοὺς τῶν δημοσίων πράκτορας τοὺς ὅρκους τοῖς ὑποτελέσιν ἐπάγοντας Harl., Reg. secundus, Coisl. secundus.