85
Οὐ παυόμεθα κατὰ πᾶσαν σύνοδον διαμαρτυρόμενοι καὶ ἰδίᾳ ἐν ταῖς συντυχίαις περὶ τῶν αὐτῶν διαλεγόμενοι, ὥστε τοὺς ὅρκους ἐπὶ τοῖς δημοσίοις τελέσμασι μὴ ἐπάγεσθαι παρὰ τῶν ἀπαιτητῶν τοῖς ἀγροίκοις. λειπόμενον ἦνοὖν add. Reg. secundus. καὶ διὰ τοῦ γραμματος περὶ τῶν αὐτῶν ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων διαμαρτύρασθαι, ὅτι προσήκει παύσασθαι ὑμᾶςἡμᾶς E. τὸν θάνατον ταῖς ψυχαῖς τῶν ἀνθρώπων ἐπάγοντας, καὶ ἄλλους ἐπινοῆσαί τινας τρόπους τῶν ἀπαιτήσεων, τὰς δὲ ψυχὰς συγχωρῆσαι τοῖς ἀνθρώποις ἀτρώτους ἔχειν. ταῦτα πρὸς σὲ γράφομεν, οὐχ ὡς σοῦ δεομένου τῆς ἐκ τῶν λόγων παρακλήσεως (οἴκοθεν γὰρ ἔχεις τὰς περὶ τὸ φοβεῖσθαι τὸν Κύριοντὸν Θεόν editi antiqi. ἀφορμάς), ἀλλʼ ἵνα διὰ σοῦ πάντες οἱ ἀνεχόμενοί σου διδαχθῶσι μὴ παροργίζειν τὸν ἅγιον, μηδὲ ἀπηγορευμένον πρᾶγμα τῇ πονηρᾷ συνηθείᾳ εἰς ἀδιαφορίαν κατάγειν. καὶ γὰρ οὔτε ὄφελός τι αὐτοῖς πρὸς τὰς ἀπαιτήσεις ἐκ τῶν ὅρκων ἐστί, καὶ ὁμολογούμενον κακὸν τῇ ψυχῇ προσλαμβάνουσιν. ἐπειδὰν γὰρ καταμελετήσωσικαταμελήσωσι E, editi antiqi. τὰςτὰς τῆς E. ἐπιορκίας οἱ ἄνθρωποι, οὐκέτι ἑαυτοὺςαὐτούς E. ἐπείγουσι πρὸς τὴν ἔκτισιν, ἀλλὰ ἀπάτης ὅπλον καὶ ἀναβολῆς ἀφορμὴν ἐξευρῆσθαι αὐτοῖς τὸν ὅρκον οἴονται.
85
Εἴτε οὖν ὀξεῖαν ἐπάγει τὴν ἀνταπόδοσιν τοῖς ἐπιωρκηκόσιν ὁ Κύριος, οὐχ ἕξουσι τοὺς ὑπακούοντας, τῶν ὑπευθύνων ὑπὸ τῆς τιμωρίας ἀναλωθέντων· εἴτε διὰ μακροθυμίας ἀνέχεται ὁ Δεσπότης (ὃ προλαβὼν εἶπον, ὅτι οἱ πεπειραμένοι τῆς ἀνοχῆς τοῦ Κυρίου καταφρονοῦσιν αὐτοῦ τῆς χρηστότητος), μὴ ἀνομείτωσαν διακενῆς, μηδὲ παροξυνέτωσαν ἐφʼ ἑαυτοὺς τὸν Θεόν.
85
Εἴρηται ἡμῖν τὰ ἡμῖν ἐπιβάλλοντα· ὄψονται οἱ ἀπειθοῦντες.
Τῷ ἡγεμόνι